Suppliant Women, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
715
στολμοί τε λαίφους καὶ παραρρύσεις νεώς,
716
καὶ πρῷρα πρόσθεν ὄμμασιν βλέπουσ᾽ ὁδόν,
717
οἴακος εὐθυντῆρος ὑστάτου νεὼς
718
ἄγαν καλῶς κλύουσα ,
τοῖσιν οὐ φίλη.
719
πρέπουσι δ᾽ ἄνδρες νάιοι μελαγχίμοις
720
γυίοισι λευκῶν ἐκ πεπλωμάτων ἰδεῖν,
721
καὶ τἄλλα πλοῖα πᾶσά θ᾽ ἡ ᾽πικουρία
722
εὔπρεπτος :
αὐτὴ δ᾽ ἡγεμὼν ὑπὸ χθόνα
723
στείλασα λαῖφος παγκρότως ἐρέσσεται.
724
ἀλλ᾽ ἡσύχως χρὴ καὶ σεσωφρονισμένως
725
πρὸς πρᾶγμ᾽ ὁρώσας τῶνδε μὴ ἀμελεῖν θεῶν.
726
ἐγὼ δ᾽ ἀρωγοὺς ξυνδίκους θ᾽ ἥξω λαβών.
727
ἴσως γὰρ ἂν κῆρυξ τις ἢ πρέσβη μόλοι,
728
ἄγειν θέλοντες ῥυσίων ἐφάπτορες.
729
ἀλλ᾽ οὐδὲν ἔσται τῶνδε :
μὴ τρέσητέ νιν.
730
ὅμως <δ᾽> ἄμεινον ,
εἰ βραδύνοιμεν βοῇ,
731
ἀλκῆς λαθέσθαι τῆσδε μηδαμῶς ποτε.
732
θάρσει :
χρόνῳ τοι κυρίῳ τ᾽ ἐν ἡμέρᾳ
733
θεοὺς ἀτίζων τις βροτῶν δώσει δίκην.
Χορός
734
πάτερ ,
φοβοῦμαι ,
νῆες ὡς ὠκύπτεροι
735
ἥκουσι :
μῆκος δ᾽ οὐδὲν ἐν μέσῳ χρόνου.
736
περίφοβόν μ᾽ ἔχει τάρβος ἐτητύμως
737
πολυδρόμου φυγᾶς ὄφελος εἴ τί μοι.
738
παροίχομαι ,
πάτερ ,
δείματι.
Δαναός
739
ἐπεὶ τελεία ψῆφος Ἀργείων ,
τέκνα,
740
θάρσει ,
μαχοῦνται περὶ σέθεν ,
σάφ᾽ οἶδ᾽ ἐγώ.
[
Χορός]
741
ἐξῶλές ἐστι μάργον Αἰγύπτου γένος
742
μάχης τ᾽ ἄπληστον :
καὶ λέγω πρὸς εἰδότα.
743
δοριπαγεῖς δ᾽ ἔχοντες κυανώπιδας
744
νῆας ἔπλευσαν ὧδ᾽ ἐπιτυχεῖ κότῳ