Suppliant Women, Alpheios version. Enhanced TEI with Syntax Diagrams
σοῦσθε σοῦσθ᾽ ἐπὶ βᾶ-
ριν ὅπως ποδῶν <ἔχετε>
†οὐκοῦν οὐκοῦν†
τιλμοὶ τιλμοὶ καὶ στιγμοί,
840
πολυαίμων φόνιος
ἀποκοπὰ κρατός.
σοῦσθε σοῦσθ᾽† ὀλύμεναι ὀλόμεν᾽ ἐπαμίδα.
<Χορός >
εἴθ᾽ ἀνὰ πολύρυτον
ἁλμήεντα πόρον
845
δεσποσίῳ ξὺν ὕβρει,
γομφοδέτῳ τε δόρει διώλου.
†αἵμονες ὡς ἐπάμιδα
ησυδουπιάπιτα†
<Κῆρυξ>
†κελεύω βοᾶν μεθέσθαι
850
ἴχαρ φρενί τ᾽ ἄταν . †
ἰοὺ ἰού.
λεῖφ᾽ ἕδρανα , κί᾽ ἐς δόρυ.
ἀτίετον ἄπολιν οὐ σέβω.
<Χορός >
μήποτε πάλιν ἴδοιμ᾽
855
ἀλφεσίβοιον ὕδωρ,
ἔνθεν ἀεξόμενον
ζώφυτον αἷμα βροτοῖσι θάλλει.
ἔγγαιος ἐγὼ βαθυχαῖος
860
†βαθρείας βαθρείας , γέρον . †
<Κῆρυξ>
σὺ δ᾽ ἐν ναῒ ναῒ βάσῃ
τάχα θέλεος ἀθέλεος,
βίᾳ βίᾳ τε πολλᾷ φροῦδα.
†βάτεαι βαθυμιτροκακὰ παθῶν†
865
[ ὀλόμεναι παλάμαις].
<Χορόσ>
αἰαῖ αἰαῖ.