Suppliant Women, Alpheios version. Enhanced TEI with Syntax Diagrams
λέγοιμ᾽ ἂν ἐλθὼν παισὶν Αἰγύπτου τάδε.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Βασιλεύς
ἀβουκόλητον τοῦτ᾽ ἐμῷ , φρονήματι.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Κῆρυξ
930
ἀλλ᾽ ὡς ἂν εἰδὼς ἐννέπω σαφέστερον,—
καὶ γὰρ πρέπει κήρυκ᾽ ἀπαγγέλλειν τορῶς
ἕκαστα ,— πῶς φῶ , πρὸς τίνος τ᾽ ἀφαιρεθεὶς
ἥκειν γυναικῶν αὐτανέψιον στόλον;
οὔτοι δικάζει ταῦτα μαρτύρων ὕπο
935
Ἄρης : τὸ νεῖκος δ᾽ οὐκ ἐν ἀργύρου λαβῇ
ἔλυσεν : ἀλλὰ πολλὰ γίγνεται πάρος
πεσήματ᾽ ἀνδρῶν κἀπολακτισμοὶ βίου.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
<Βασιλεύσ>
τί σοι λέγειν χρὴ τοὔνομ᾽ ; ἐν χρόνῳ μαθὼν
εἴσῃ σύ τ᾽ αὐτὸς χοἰ ξυνέμποροι σέθεν.
940
ταύτας δ᾽ ἑκούσας μὲν κατ᾽ εὔνοιαν φρενῶν
ἄγοις ἄν , εἴπερ εὐσεβὴς πίθοι λόγος.
τοία δὲ δημόπρακτος ἐκ πόλεως μία
ψῆφος κέκρανται , μήποτ᾽ ἐκδοῦναι βίᾳ
στόλον γυναικῶν : τῶνδ᾽ ἐφήλωται τορῶς
945
γόμφος διαμπάξ , ὡς μένειν ἀραρότως.
ταῦτ᾽ οὐ πίναξίν ἐστιν ἐγγεγραμμένα
οὐδ᾽ ἐν πτυχαῖς βίβλων κατεσφραγισμένα,
σαφῆ δ᾽ ἀκούεις ἐξ ἐλευθεροστόμου
γλώσσης . κομίζου δ᾽ ὡς τάχιστ᾽ ἐξ ὀμμάτων.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
<Κῆρυξ>
950
ἔοιγμεν ἤδη πόλεμον ἀρεῖσθαι νέον.
εἴη δὲ νίκη καὶ κράτη τοῖς ἄρσεσιν.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
<Βασιλεύσ>
ἀλλ᾽ ἄρσενάς τοι τῆσδε γῆς οἰκήτορας
εὑρήσετ᾽ οὐ πίνοντας ἐκ κριθῶν μέθυ.
ὑμεῖς δὲ πᾶσαι σὺν φίλαις ὀπάοσι
955
θράσος λαβοῦσαι στείχετ᾽ εὐερκῆ πόλιν,
πύργων βαθείᾳ μηχανῇ κεκλῃμένην.
καὶ δώματ᾽ ἐστὶ πολλὰ μὲν τὰ δήμια,