Suppliant Women, Alpheios version. Enhanced TEI with Syntax Diagrams
λάθοιμι , χώρᾳ δ᾽ ἄχθος ἀείζων πέλοι.
τοιῶνδε τυγχάνοντας ἐκ πρυμνῆς φρενὸς
990
χάριν σέβεσθαι τιμιωτέραν χρεών.
καὶ ταῦθ᾽ ἅμ᾽ ἐγγράψασθε πρὸς γεγραμμένοις
πολλοῖσιν ἄλλοις σωφρονίσμασιν πατρός,
ἀγνῶθ᾽ ὅμιλον ἐξελέγχεσθαι χρόνῳ.
πᾶς δ᾽ ἐν μετοίκῳ γλῶσσαν εὔτυκον φέρει
995
κακήν , τό τ᾽ εἰπεῖν εὐπετὲς μύσαγμά πως.
ὑμᾶς δ᾽ ἐπαινῶ μὴ καταισχύνειν ἐμέ,
ὥραν ἐχούσας τήνδ᾽ ἐπίστρεπτον βροτοῖς.
τέρειν᾽ ὀπώρα δ᾽ εὐφύλακτος οὐδαμῶς:
θῆρες δὲ κηραίνουσι καὶ βροτοί , τί μήν;
1000
καὶ κνώδαλα πτεροῦντα καὶ πεδοστιβῆ.
†καρπώματα στάζοντα κηρύσσει Κύπρις
καλωρα κωλύουσαν θωσμένειν ἐρῶ ,
καὶ παρθένων χλιδαῖσιν εὐμόρφοις ἔπι
πᾶς τις παρελθὼν ὄμματος θελκτήριον
1005
τόξευμ᾽ ἔπεμψεν , ἱμέρου νικώμενος.
πρὸς ταῦτα μὴ πάθωμεν ὧν πολὺς πόνος
πολὺς δὲ πόντος οὕνεκ᾽ ἠρόθη δορί,
μηδ᾽ αἶσχος ἡμῖν , ἡδονὴν δ᾽ ἐχθροῖς ἐμοῖς
πράξωμεν . οἴκησις δὲ καὶ διπλῆ πάρα
1010
τὴν μὲν Πελασγός , τὴν δὲ καὶ πόλις διδοῖ,
οἰκεῖν λάτρων ἄτερθεν : εὐπετῆ τάδε.
μόνον φύλαξαι τάσδ᾽ ἐπιστολὰς πατρός,
τὸ σωφρονεῖν τιμῶσα τοῦ βίου πλέον.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Χορός
τἄλλ᾽ εὐτυχοῖμεν πρὸς θεῶν Ὀλυμπίων.
1015
ἐμῆς δ᾽ ὀπώρας οὕνεκ᾽ εὖ θάρσει , πάτερ.
εἰ γάρ τι μὴ θεοῖς βεβούλευται νέον,
ἴχνος τὸ πρόσθεν οὐ διαστρέψω φρενός.