Persians, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τροχηλάτοισιν ὄπιθεν [ δ᾽ :] ἑπομένους.
Ξέρξης
βεβᾶσι γὰρ τοίπερ ἀγρέται στρατοῦ.
Χορός
βεβᾶσιν , οἴ , νώνυμοι.
Ξέρξης
ἰὴ ἰή , ἰὼ ἰώ.
Χορός
1005
ἰὼ ἰώ , δαίμονες,
ἔθεθ᾽ ἄελπτον κακὸν
διαπρέπον , οἷον δέδορκεν Ἄτα.
Ξέρξης
πεπλήγμεθ᾽ οἵᾳ δι᾽ αἰῶνος τύχᾳ:
Χορός
πεπλήγμεθ᾽ : εὔδηλα γάρ:
Ξέρξης
1010
νέᾳ νέᾳ δύᾳ δύᾳ.
Χορός
κύρσαντες οὐκ εὐτυχῶς
Ἰάνων ναυβατᾶν.
δυσπόλεμον δὴ γένος τὸ Περσᾶν.
Ξέρξης
πῶς δ᾽ οὔ ; στρατὸν μὲν τοσοῦ-
1015
τον τάλας πέπληγμαι.
Χορός
τί δ᾽ οὔκ ; ὄλωλεν μεγάλως τὰ Περσᾶν.
Ξέρξης
ὁρᾷς τὸ λοιπὸν τόδε τᾶς ἐμᾶς στολᾶς;
Χορός
ὁρῶ ὁρῶ.
Ξέρξης
1020
τόνδε τ᾽ ὀιστοδέγμονα—
Χορός
τί τόδε λέγεις σεσωσμένον;
Ξέρξης
θησαυρὸν βελέεσσιν;
Χορός
βαιά γ᾽ ὡς ἀπὸ πολλῶν.
Ξέρξης
ἐσπανίσμεθ᾽ ἀρωγῶν.
Χορός
1025
Ἰάνων λαὸς οὐ φυγαίχμας.
Ξέρξης
ἀγανόρειος : κατεῖ-
δον δὲ πῆμ᾽ ἄελπτον.
Χορός
τραπέντα ναύφρακτον ἐρεῖς ὅμιλον;
Ξέρξης
1030
πέπλον δ᾽ ἐπέρρηξ᾽ ἐπὶ συμφορᾷ κακοῦ.
Χορός
παπαῖ παπαῖ.
Ξέρξης
καὶ πλέον ἢ παπαῖ μὲν οὖν.