Persians, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οὔτινος δοῦλοι κέκληνται φωτὸς οὐδ᾽ ὑπήκοοι.
Ἄτοσσα
πῶς ἂν οὖν μένοιεν ἄνδρας πολεμίους ἐπήλυδας;
Χορός
ὥστε Δαρείου πολύν τε καὶ καλὸν φθεῖραι στρατόν.
Ἄτοσσα
245
δεινά τοι λέγεις ἰόντων τοῖς τεκοῦσι φροντίσαι.
Χορός
ἀλλ᾽ ἐμοὶ δοκεῖν τάχ᾽ εἴσῃ πάντα νημερτῆ λόγον.
τοῦδε γὰρ δράμημα φωτὸς Περσικὸν πρέπει μαθεῖν,
καὶ φέρει σαφές τι πρᾶγος ἐσθλὸν ἢ κακὸν κλύειν.
Ἄγγελος
ὦ γῆς ἁπάσης Ἀσιάδος πολίσματα,
250
ὦ Περσὶς αἶα καὶ πολὺς πλούτου λιμήν,
ὡς ἐν μιᾷ πληγῇ κατέφθαρται πολὺς
ὄλβος , τὸ Περσῶν δ᾽ ἄνθος οἴχεται πεσόν.
ὤμοι , κακὸν μὲν πρῶτον ἀγγέλλειν κακά:
ὅμως δ᾽ ἀνάγκη πᾶν ἀναπτύξαι πάθος,
255
Πέρσαι : στρατὸς γὰρ πᾶς ὄλωλε βαρβάρων.
Χορός
ἄνι᾽ ἄνια κακὰ
νεόκοτα καὶ δάι᾽ :. αἰαῖ,
διαίνεσθε , Πέρσαι,
τόδ᾽ ἄχος κλύοντες.
Ἄγγελος
260
ὡς πάντα γ᾽ ἔστ᾽ ἐκεῖνα διαπεπραγμένα:
αὐτὸς δ᾽ ἀέλπτως νόστιμον βλέπω φάος.
Χορός
ἦ μακροβίοτος
ὅδε γέ τις αἰὼν ἐφάνθη
γεραιοῖς , ἀκούειν
265
τόδε πῆμ᾽ ἄελπτον.
Ἄγγελος
καὶ μὴν παρών γε κοὐ λόγους ἄλλων κλύων,
Πέρσαι , φράσαιμ᾽ ἂν οἷ᾽ ἐπορσύνθη κακά.
Χορός
ὀτοτοτοῖ , μάταν
τὰ πολλὰ βέλεα παμμιγῆ
270
γᾶς ἀπ᾽ Ἀσίδος ἦλθε δᾴ-
αν ἐφ᾽ Ἑλλάδα χώραν.