Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πατὴρ σπαράξει τήνδε , καὶ κρύψει δέμας
τὸ σόν , πετραία δ᾽ ἀγκάλη σε βαστάσει.
1020
μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου
ἄψορρον ἥξεις εἰς φάος : Διὸς δέ τοί
πτηνὸς κύων , δαφοινὸς αἰετός , λάβρως
διαρταμήσει σώματος μέγα ῥάκος,
ἄκλητος ἕρπων δαιταλεὺς πανήμερος,
1025
κελαινόβρωτον δ᾽ ἧπαρ ἐκθοινήσεται.
τοιοῦδε μόχθου τέρμα μή τι προσδόκα,
πρὶν ἂν θεῶν τις διάδοχος τῶν σῶν πόνων
φανῇ , θελήσῃ τ᾽ εἰς ἀναύγητον μολεῖν
Ἅιδην κνεφαῖά τ᾽ ἀμφὶ Ταρτάρου βάθη.
1030
πρὸς ταῦτα βούλευ᾽ : ὡς ὅδ᾽ οὐ πεπλασμένος
κόμπος , ἀλλὰ καὶ λίαν εἰρημένος :
ψευδηγορεῖν γὰρ οὐκ ἐπίσταται στόμα
τὸ Δῖον , ἀλλὰ πᾶν ἔπος τελεῖ : σὺ δὲ
πάπταινε καὶ φρόντιζε , μηδ᾽ αὐθαδίαν
1035
εὐβουλίας ἀμείνον᾽ ἡγήσῃ ποτέ.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Χορός
ἡμῖν μὲν Ἑρμῆς οὐκ ἄκαιρα φαίνεται
λέγειν . ἄνωγε γάρ σε τὴν αὐθαδίαν
μεθέντ᾽ ἐρευνᾶν τὴν σοφὴν εὐβουλίαν.
πιθοῦ : σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Προμηθεύς
1040
εἰδότι τοί μοι τάσδ᾽ ἀγγελίας
ὅδ᾽ ἐθώυξεν : πάσχειν δὲ κακῶς
ἐχθρὸν ὑπ᾽ ἐχθρῶν οὐδὲν ἀεικές.
πρὸς ταῦτ᾽ ἐπ᾽ ἐμοὶ ῥιπτέσθω μὲν
πυρὸς ἀμφήκης βόστρυχος , αἰθὴρ δ᾽
1045
ἐρεθιζέσθω βροντῇ σφακέλῳ τ᾽
ἀγρίων ἀνέμων : χθόνα δ᾽ ἐκ πυθμένων
αὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι,