Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
325
πρὸς κέντρα κῶλον ἐκτενεῖς ,
ὁρῶν ὅτι
326
τραχὺς μόναρχος οὐδ᾽ ὑπεύθυνος κρατεῖ.
327
καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαι
328
ἐὰν δύνωμαι τῶνδέ σ᾽ ἐκλῦσαι πόνων.
329
σὺ δ᾽ ἡσύχαζε μηδ᾽ ἄγαν λαβροστόμει.
330
ἢ οὐκ οἶσθ᾽ ἀκριβῶς ὢν περισσόφρων ὅτι
331
γλώσσῃ ματαίᾳ ζημία προστρίβεται;
Προμηθεύς
332
ζηλῶ σ᾽ ὁθούνεκ᾽ ἐκτὸς αἰτίας κυρεῖς
333
τούτων μετασχεῖν καὶ τετολμηκὼς ἐμοί.
334
καὶ νῦν ἔασον μηδέ σοι μελησάτω.
335
πάντως γὰρ οὐ πείσεις νιν :
οὐ γὰρ εὐπιθής.
336
πάπταινε δ᾽ αὐτὸς μή τι πημανθῇς ὁδῷ.
Ὠκεανός
337
πολλῷ γ᾽ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς
338
ἢ σαυτόν :
ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι.
340
ὁρμώμενον δὲ μηδαμῶς ἀντισπάσῃς.
341
αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοὶ
342
δώσειν Δί᾽ ,
ὥστε τῶνδέ σ᾽ ἐκλῦσαι πόνων.
Προμηθεύς
343
τὰ μὲν σ᾽ ἐπαινῶ κοὐδαμῇ λήξω ποτέ:
343a
προθυμίας γὰρ οὐδὲν ἐλλείπεις .
ἀτὰρ
344
μηδὲν πόνει .
μάτην γὰρ οὐδὲν ὠφελῶν
345
ἐμοὶ πονήσεις ,
εἴ τι καὶ πονεῖν θέλεις.
346
ἀλλ᾽ ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων:
347
ἐγὼ γὰρ οὐκ ,
εἰ δυστυχῶ ,
τοῦδ᾽ εἵνεκα
348
θέλοιμ᾽ ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν.
349
οὐ δῆτ᾽ ἐπεί με καὶ κασιγνήτου τύχαι
350
τείρουσ᾽ Ἄτλαντος ,
ὃς πρὸς ἑσπέρους τόπους
351
ἕστηκε κίον᾽ οὐρανοῦ τε καὶ χθονὸς
352
ὤμοις ἐρείδων ,
ἄχθος οὐκ εὐάγκαλον.
353
τὸν γηγενῆ τε Κιλικίων οἰκήτορα
354
ἄντρων ἰδὼν ᾤκτιρα ,
δάιον τέρας