Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πατέρα Θυέστην τὸν ἐμόν , ὡς τορῶς φράσαι,
1585
αὑτοῦ δ᾽ ἀδελφόν , ἀμφίλεκτος ὢν κράτει,
ἠνδρηλάτησεν ἐκ πόλεώς τε καὶ δόμων.
καὶ προστρόπαιος ἑστίας μολὼν πάλιν
τλήμων Θυέστης μοῖραν ηὕρετ᾽ ἀσφαλῆ,
τὸ μὴ θανὼν πατρῷον αἱμάξαι πέδον,
1590
αὐτός : ξένια δὲ τοῦδε δύσθεος πατὴρ
Ἀτρεύς , προθύμως μᾶλλον φίλως , πατρὶ
τὠμῷ , κρεουργὸν ἦμαρ εὐθύμως ἄγειν
δοκῶν , παρέσχε δαῖτα παιδείων κρεῶν.
τὰ μὲν ποδήρη καὶ χερῶν ἄκρους κτένας
1595
ἔθρυπτ᾽ , ἄνωθεν . . . . .
...
. . .ἀνδρακὰς καθήμενος.
ἄσημα δ᾽ αὐτῶν αὐτίκ᾽ ἀγνοίᾳ λαβὼν
ἔσθει βορὰν ἄσωτον , ὡς ὁρᾷς , γένει.
1600
κἄπειτ᾽ ἐπιγνοὺς ἔργον οὐ καταίσιον
ᾤμωξεν , ἀμπίπτει δ᾽ ἀπὸ σφαγὴν ἐρῶν,
μόρον δ᾽ ἄφερτον Πελοπίδαις ἐπεύχεται,
λάκτισμα δείπνου ξυνδίκως τιθεὶς ἀρᾷ,
οὕτως ὀλέσθαι πᾶν τὸ Πλεισθένους γένος.
ἐκ τῶνδέ σοι πεσόντα τόνδ᾽ ἰδεῖν πάρα.
κἀγὼ δίκαιος τοῦδε τοῦ φόνου ῥαφεύς.
1605
τρίτον γὰρ ὄντα μ᾽ ἐπὶ δυσαθλίῳ πατρὶ
συνεξελαύνει τυτθὸν ὄντ᾽ ἐν σπαργάνοις:
τραφέντα δ᾽ αὖθις δίκη κατήγαγεν.
καὶ τοῦδε τἀνδρὸς ἡψάμην θυραῖος ὤν,
πᾶσαν συνάψας μηχανὴν δυσβουλίας.
1610
οὕτω καλὸν δὴ καὶ τὸ κατθανεῖν ἐμοί,
ἰδόντα τοῦτον τῆς δίκης ἐν ἕρκεσιν.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.