Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ον , ἀνίερον Θράσος , μελαί-
770
νας μελάθροισιν Ἄτας,
εἰδομένας τοκεῦσιν.
Χορός
Δίκα δὲ λάμπει μὲν ἐν
δυσκάπνοις δώμασιν,
775
τὸν δ᾽ ἐναίσιμον τίει [βίον].
τὰ χρυσόπαστα δ᾽ ἔδεθλα σὺν
πίνῳ χερῶν παλιντρόποις
ὄμμασι λιποῦσ᾽ , ὅσια προσέμολ-
ε , δύναμιν οὐ σέβουσα πλού-
780
του παράσημον αἴνῳ:
πᾶν δ᾽ ἐπὶ τέρμα νωμᾷ.
Χορός
ἄγε δή , βασιλεῦ , Τροίας πτολίπορθ᾽,
Ἀτρέως γένεθλον,
785
πῶς σε προσείπω ; πῶς σε σεβίζω
μήθ᾽ ὑπεράρας μήθ᾽ ὑποκάμψας
καιρὸν χάριτος;
πολλοὶ δὲ βροτῶν τὸ δοκεῖν εἶναι
προτίουσι δίκην παραβάντες.
790
τῷ δυσπραγοῦντι δ᾽ ἐπιστενάχειν
πᾶς τις ἕτοιμος : δῆγμα δὲ λύπης
οὐδὲν ἐφ᾽ ἧπαρ προσικνεῖται:
καὶ ξυγχαίρουσιν ὁμοιοπρεπεῖς
ἀγέλαστα πρόσωπα βιαζόμενοι.
795
ὅστις δ᾽ ἀγαθὸς προβατογνώμων,
οὐκ ἔστι λαθεῖν ὄμματα φωτός,
τὰ δοκοῦντ᾽ εὔφρονος ἐκ διανοίας
ὑδαρεῖ σαίνειν φιλότητι.
σὺ δέ μοι τότε μὲν στέλλων στρατιὰν
800
Ἑλένης ἕνεκ᾽ , οὐ γάρ <σ᾽ > ἐπικεύσω,