Libation Bearers, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
Ἑρμῆ χθόνιε ,
πατρῷ᾽ ἐποπτεύων κράτη,
2
σωτὴρ γενοῦ μοι ξύμμαχός τ᾽ αἰτουμένῳ:
3
ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.
4
τύμβου δ᾽ ἐπ᾽ ὄχθῳ τῷδε κηρύσσω πατρὶ
5
κλύειν ,
ἀκοῦσαι...
5b
...
6
...πλόκαμον Ἰνάχῳ θρεπτήριον.
7
τὸν δεύτερον δὲ τόνδε πενθητήριον
7b
...
8
οὐ γὰρ παρὼν ᾤμωξα σόν ,
πάτερ ,
μόρον
9
οὐδ᾽ ἐξέτεινα χεῖρ᾽ ἐπ᾽ ἐκφορᾷ νεκροῦ.
9b
...
10
τί χρῆμα λεύσσω ;
τίς ποθ᾽ ἥδ᾽ ὁμήγυρις
11
στείχει γυναικῶν φάρεσιν μελαγχίμοις
12
πρέπουσα ;
ποίᾳ ξυμφορᾷ προσεικάσω;
13
πότερα δόμοισι πῆμα προσκυρεῖ νέον;
14
ἢ πατρὶ τὠμῷ τάσδ᾽ ἐπεικάσας τύχω
15
χοὰς φερούσας νερτέροις μειλίγματα;
16
οὐδέν ποτ᾽ ἄλλο :
καὶ γὰρ Ἠλέκτραν δοκῶ
17
στείχειν ἀδελφὴν τὴν ἐμὴν πένθει λυγρῷ
18
πρέπουσαν .
ὦ Ζεῦ ,
δός με τείσασθαι μόρον
19
πατρός ,
γενοῦ δὲ σύμμαχος θέλων ἐμοί.
20
Πυλάδη ,
σταθῶμεν ἐκποδών ,
ὡς ἂν σαφῶς
21
μάθω γυναικῶν ἥτις ἥδε προστροπή.
Χορός
22
ἰαλτὸς ἐκ δόμων ἔβαν
23
χοὰς προπομπὸς ὀξύχειρι σὺν κτύπῳ.
24
πρέπει παρηὶς φοινίοις ἀμυγμοῖς
25
ὄνυχος ἄλοκι νεοτόμῳ:
26
δι᾽ αἰῶνος δ᾽ ἰυγμοῖσι βόσκεται κέαρ.
27
λινοφθόροι δ᾽ ὑφασμάτων