Libation Bearers, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Ἑρμῆ χθόνιε , πατρῷ᾽ ἐποπτεύων κράτη,
σωτὴρ γενοῦ μοι ξύμμαχός τ᾽ αἰτουμένῳ:
ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.
τύμβου δ᾽ ἐπ᾽ ὄχθῳ τῷδε κηρύσσω πατρὶ
5
κλύειν , ἀκοῦσαι...
...
...πλόκαμον Ἰνάχῳ θρεπτήριον.
τὸν δεύτερον δὲ τόνδε πενθητήριον
...
οὐ γὰρ παρὼν ᾤμωξα σόν , πάτερ , μόρον
οὐδ᾽ ἐξέτεινα χεῖρ᾽ ἐπ᾽ ἐκφορᾷ νεκροῦ.
...
10
τί χρῆμα λεύσσω ; τίς ποθ᾽ ἥδ᾽ ὁμήγυρις
στείχει γυναικῶν φάρεσιν μελαγχίμοις
πρέπουσα ; ποίᾳ ξυμφορᾷ προσεικάσω;
πότερα δόμοισι πῆμα προσκυρεῖ νέον;
πατρὶ τὠμῷ τάσδ᾽ ἐπεικάσας τύχω
15
χοὰς φερούσας νερτέροις μειλίγματα;
οὐδέν ποτ᾽ ἄλλο : καὶ γὰρ Ἠλέκτραν δοκῶ
στείχειν ἀδελφὴν τὴν ἐμὴν πένθει λυγρῷ
πρέπουσαν . Ζεῦ , δός με τείσασθαι μόρον
πατρός , γενοῦ δὲ σύμμαχος θέλων ἐμοί.
20
Πυλάδη , σταθῶμεν ἐκποδών , ὡς ἂν σαφῶς
μάθω γυναικῶν ἥτις ἥδε προστροπή.
Χορός
ἰαλτὸς ἐκ δόμων ἔβαν
χοὰς προπομπὸς ὀξύχειρι σὺν κτύπῳ.
πρέπει παρηὶς φοινίοις ἀμυγμοῖς
25
ὄνυχος ἄλοκι νεοτόμῳ:
δι᾽ αἰῶνος δ᾽ ἰυγμοῖσι βόσκεται κέαρ.
λινοφθόροι δ᾽ ὑφασμάτων
λακίδες ἔφλαδον ὑπ᾽ ἄλγεσιν,
προστέρνῳ στολμῷ
30
πέπλων ἀγελάστοις