Libation Bearers, Alpheios version. Enhanced TEI with Syntax Diagrams
μόχθος δ᾽ μὲν αὐτίχ᾽ , δ᾽ ἥξει.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Ὀρέστης
ἀλλ᾽ , ὡς ἂν εἰδῆτ᾽ , οὐ γὰρ οἶδ᾽ ὅπη τελεῖ,
ὥσπερ ξὺν ἵπποις ἡνιοστροφῶ δρόμου
ἐξωτέρω : φέρουσι γὰρ νικώμενον
φρένες δύσαρκτοι : πρὸς δὲ καρδίᾳ φόβος
1025
ᾄδειν ἕτοιμος ἠδ᾽ ὑπορχεῖσθαι κότῳ.
ἕως δ᾽ ἔτ᾽ ἔμφρων εἰμί , κηρύσσω φίλοις
κτανεῖν τέ φημι μητέρ᾽ οὐκ ἄνευ δίκης,
πατροκτόνον μίασμα καὶ θεῶν στύγος.
καὶ φίλτρα τόλμης τῆσδε πλειστηρίζομαι
1030
τὸν πυθόμαντιν Λοξίαν , χρήσαντ᾽ ἐμοὶ
πράξαντι μὲν ταῦτ᾽ ἐκτὸς αἰτίας κακῆς
εἶναι , παρέντα δ᾽οὐκ ἐρῶ τὴν ζημίαν:
τόξῳ γὰρ οὔτις πημάτων ἐφίξεται.
καὶ νῦν ὁρᾶτέ μ᾽ , ὡς παρεσκευασμένος
1035
ξὺν τῷδε θαλλῷ καὶ στέφει προσίξομαι
μεσόμφαλόν θ᾽ ἵδρυμα , Λοξίου πέδον,
πυρός τε φέγγος ἄφθιτον κεκλημένον,
φεύγων τόδ᾽ αἷμα κοινόν : οὐδ᾽ ἐφ᾽ ἑστίαν
ἄλλην τραπέσθαι Λοξίας ἐφίετο.
καὶ μαρτυρεῖν μὲν ὡς ἐπορσύνθη κακὰ
1040
τάδ᾽ ἐν χρόνῳ μοι πάντας Ἀργείους λέγω:
ἐγὼ δ᾽ ἀλήτης τῆσδε γῆς ἀπόξενος,
ζῶν καὶ τεθνηκὼς τάσδε κληδόνας λιπών.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Χορός
ἀλλ᾽ εὖ γ᾽ ἔπραξας , μηδ᾽ ἐπιζευχθῇς στόμα
1045
φήμῃ πονηρᾷ μηδ᾽ ἐπιγλωσσῶ κακά,
ἐλευθερώσας πᾶσαν Ἀργείων πόλιν,
δυοῖν δρακόντοιν εὐπετῶς τεμὼν κάρα.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Ὀρέστης
, .
δμωαὶ γυναῖκες , αἵδε Γοργόνων δίκην