Libation Bearers, Alpheios version. Enhanced TEI with Syntax Diagrams
330
γόος ἔνδικος ματεύει
τὸ πᾶν ἀμφιλαφής ταραχθείς.
Ἠλέκτρα
κλῦθὶ νυν , ὦ πάτερ , ἐν μέρει
πολυδάκρυτα πένθη.
δίπαις τοί σ᾽ ἐπιτύμβιος
335
θρῆνος ἀναστενάζει.
τάφος δ᾽ ἱκέτας δέδεκται
φυγάδας θ᾽ ὁμοίως.
τί τῶνδ᾽ εὖ , τί δ᾽ ἄτερ κακῶν;
οὐκ ἀτρίακτος ἄτα;
Χορός
340
ἀλλ᾽ ἔτ᾽ ἂν ἐκ τῶνδε θεὸς χρῄζων
θείη κελάδους εὐφθογγοτέρους:
ἀντὶ δὲ θρήνων ἐπιτυμβιδίων
παιὰν μελάθροις ἐν βασιλείοις
νεοκρᾶτα φίλον κομίσειεν.
Ὀρέστης
345
εἰ γὰρ ὑπ᾽ Ἰλίῳ
πρός τινος Λυκίων , πάτερ,
δορίτμητος κατηναρίσθης:
λιπὼν ἂν εὔκλειαν ἐν δόμοισι
τέκνων τ᾽ ἐν κελεύθοις
350
ἐπιστρεπτὸν αἰῶ
κτίσας πολύχωστον ἂν εἶχες
τάφον διαποντίου γᾶς
δώμασιν εὐφόρητον,
Χορός
φίλος φίλοισι τοῖς
355
ἐκεῖ καλῶς θανοῦσιν
κατὰ χθονὸς ἐμπρέπων
σεμνότιμος ἀνάκτωρ,
πρόπολός τε τῶν μεγίστων
χθονίων ἐκεῖ τυράννων: