Libation Bearers, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
542
κρίνω δέ τοί νιν ὥστε συγκόλλως ἔχειν.
543
εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν ἐμοὶ
544
οὕφις ἐμοῖσι σπαργάνοις ὡπλίζετο,
545
καὶ μαστὸν ἀμφέχασκ᾽ ἐμὸν θρεπτήριον,
546
θρόμβῳ δ᾽ ἔμειξεν αἵματος φίλον γάλα,
547
ἡ δ᾽ ἀμφὶ τάρβει τῷδ᾽ ἐπῴμωξεν πάθει,
548
δεῖ τοί νιν ,
ὡς ἔθρεψεν ἔκπαγλον τέρας,
549
θανεῖν βιαίως :
ἐκδρακοντωθεὶς δ᾽ ἐγὼ
550
κτείνω νιν ,
ὡς τοὔνειρον ἐννέπει τόδε.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Χορός
551
τερασκόπον δὴ τῶνδέ σ᾽ αἱροῦμαι πέρι.
552
γένοιτο δ᾽ οὕτως .
τἄλλα δ᾽ ἐξηγοῦ φίλοις,
553
τοὺς μέν τι ποιεῖν ,
τοὺς δὲ μή τι δρᾶν λέγων.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Ὀρέστης
554
ἁπλοῦς ὁ μῦθος :
τήνδε μὲν στείχειν ἔσω,
555
αἰνῶ δὲ κρύπτειν τάσδε συνθήκας ἐμάς,
556
ὡς ἂν δόλῳ κτείναντες ἄνδρα τίμιον
557
δόλοισι καὶ ληφθῶσιν ἐν ταὐτῷ βρόχῳ
558
θανόντες ,
καὶ Λοξίας ἐφήμισεν,
559
ἄναξ Ἀπόλλων ,
μάντις ἀψευδὴς τὸ πρίν.
560
ξένῳ γὰρ εἰκώς ,
παντελῆ σαγὴν ἔχων,
561
ἥξω σὺν ἀνδρὶ τῷδ᾽ ἐφ᾽ ἑρκείους πύλας
562
Πυλάδῃ ,
ξένος τε καὶ δορύξενος δόμων.
563
ἄμφω δὲ φωνὴν ἥσομεν Παρνησσίδα,
564
γλώσσης ἀυτὴν Φωκίδος μιμουμένω.
565
καὶ δὴ θυρωρῶν οὔτις ἂν φαιδρᾷ φρενὶ
566
δέξαιτ᾽ ,
ἐπειδὴ δαιμονᾷ δόμος κακοῖς:
567
μενοῦμεν οὕτως ὥστ᾽ ἐπεικάζειν τινὰ
568
δόμους παραστείχοντα καὶ τάδ᾽ ἐννέπειν:
569
“
τί
δὴ
πύλαισι
τὸν
ἱκέτην
ἀπείργεται
570
Αἴγισθος ,
εἴπερ οἶδεν ἔνδημος παρών;”
571
εἰ δ᾽ οὖν ἀμείψω βαλὸν ἑρκείων πυλῶν