Libation Bearers, Alpheios version. Enhanced TEI with Syntax Diagrams
λόγους τίθησιν : εἶπε θαρσήσας ἀνὴρ
πρὸς ἄνδρα κἀσήμηνεν ἐμφανὲς τέκμαρ.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Κλυταιμνήστρα
ξένοι , λέγοιτ᾽ ἂν εἴ τι δεῖ : πάρεστι γὰρ
ὁποῖά περ δόμοισι τοῖσδ᾽ ἐπεικότα,
670
καὶ θερμὰ λουτρὰ καὶ πόνων θελκτηρία
στρωμνή , δικαίων τ᾽ ὀμμάτων παρουσία.
εἰ δ᾽ ἄλλο πρᾶξαι δεῖ τι βουλιώτερον,
ἀνδρῶν τόδ᾽ ἐστὶν ἔργον , οἷς κοινώσομεν
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Ὀρέστης
ξένος μέν εἰμι Δαυλιεὺς ἐκ Φωκέων:
675
στείχοντα δ᾽ αὐτόφορτον οἰκείᾳ σαγῇ
εἰς Ἄργος , ὥσπερ δεῦρ᾽ ἀπεζύγην πόδα,
ἀγνὼς πρὸς ἀγνῶτ᾽ εἶπε συμβαλὼν ἀνήρ,
ἐξιστορήσας καὶ σαφηνίσας ὁδόν,
Στροφίος Φωκεύς : πεύθομαι γὰρ ἐν λόγῳ
680
ἐπείπερ ἄλλως , ξέν᾽ , εἰς Ἄργος κίεις,
πρὸς τοὺς τεκόντας πανδίκως μεμνημένος
τεθνεῶτ᾽ Ὀρέστην εἰπέ , μηδαμῶς λάθῃ.
εἴτ᾽ οὖν κομίζειν δόξα νικήσει φίλων,
εἴτ᾽ οὖν μέτοικον , εἰς τὸ πᾶν ἀεὶ ξένον,
685
θάπτειν , ἐφετμὰς τάσδε πόρθμευσον πάλιν.
νῦν γὰρ λέβητος χαλκέου πλευρώματα
σποδὸν κέκευθεν ἀνδρὸς εὖ κεκλαυμένου.”
τοσαῦτ᾽ ἀκούσας εἶπον . εἰ δὲ τυγχάνω
τοῖς κυρίοισι καὶ προσήκουσιν λέγων
690
οὐκ οἶδα , τὸν τεκόντα δ᾽ εἰκὸς εἰδέναι.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Κλυταιμνήστρα
οἲ ᾽γώ , κατ᾽ ἄκρας εἶπας ὡς πορθούμεθα.
δυσπάλαιστε τῶνδε δωμάτων Ἀρά,
ὡς πόλλ᾽ ἐπωπᾷς , κἀκποδὼν εὖ κείμενα
τόξοις πρόσωθεν εὐσκόποις χειρουμένη,
695
φίλων ἀποψιλοῖς με τὴν παναθλίαν.