Libation Bearers, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
726
νῦν γὰρ ἀκμάζει Πειθὼ δολίαν
727
ξυγκαταβῆναι ,
χθόνιον δ᾽ Ἑρμῆν
728
καὶ τὸν νύχιον τοῖσδ᾽ ἐφοδεῦσαι
729
ξιφοδηλήτοισιν ἀγῶσιν.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.
730
ἔοικεν ἁνὴρ ὁ ξένος τεύχειν κακόν:
731
τροφὸν δ᾽ Ὀρέστου τήνδ᾽ ὁρῶ κεκλαυμένην.
732
ποῖ δὴ πατεῖς ,
Κίλισσα ,
δωμάτων πύλας;
733
λύπη δ᾽ ἄμισθός ἐστί σοι ξυνέμπορος;
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Τροφός
734
Αἴγισθον ἡ κρατοῦσα τοῖς ξένοις καλεῖν
735
ὅπως τάχιστ᾽ ἄνωγεν ,
ὡς σαφέστερον
736
ἀνὴρ ἀπ᾽ ἀνδρὸς τὴν νεάγγελτον φάτιν
737
ἐλθὼν πύθηται τήνδε ,
πρὸς μὲν οἰκέτας
738
θετοσκυθρωπῶν ἐντὸς ὀμμάτων γέλων
739
κεύθουσ᾽ ἐπ᾽ ἔργοις διαπεπραγμένοις καλῶς
740
κείνῃ ,
δόμοις δὲ τοῖσδε παγκάκως ἔχειν,
741
φήμης ὕφ᾽ ἧς ἤγγειλαν οἱ ξένοι τορῶς.
742
ἦ δὴ κλύων ἐκεῖνος εὐφρανεῖ νόον,
743
εὖτ᾽ ἂν πύθηται μῦθον .
ὦ τάλαιν᾽ ἐγώ:
744
ὥς μοι τὰ μὲν παλαιὰ συγκεκραμένα
745
ἄλγη δύσοιστα τοῖσδ᾽ ἐν Ἀτρέως δόμοις
746
τυχόντ᾽ ἐμὴν ἤλγυνεν ἐν στέρνοις φρένα.
747
ἀλλ᾽ οὔτι πω τοιόνδε πῆμ᾽ ἀνεσχόμην:
748
τὰ μὲν γὰρ ἄλλα τλημόνως ἤντλουν κακά:
749
φίλον δ᾽ Ὀρέστην ,
τῆς ἐμῆς ψυχῆς τριβήν,
750
ὃν ἐξέθρεψα μητρόθεν δεδεγμένη,—
751
κἀκ᾽ νυκτιπλάγκτων ὀρθίων κελευμάτων
752
καὶ πολλὰ καὶ μοχθήρ᾽ ἀνωφέλητ᾽ ἐμοὶ
753
τλάσῃ :—
τὸ
μὴ
φρονοῦν
γὰρ
ὡσπερεὶ
βοτὸν
754
τρέφειν ἀνάγκη ,
πῶς γὰρ οὔ ;
τρόπῳ φρενός:
755
οὐ γάρ τι φωνεῖ παῖς ἔτ᾽ ὢν ἐν σπαργάνοις,