Libation Bearers, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἠκούσαμεν μέν , πυνθάνου δὲ τῶν ξένων
ἔσω παρελθών . οὐδὲν ἀγγέλων σθένος
850
ὡς αὐτὸν αὐτῶν ἄνδρα πεύθεσθαι πάρα.
Αἴγισθος
ἰδεῖν ἐλέγξαι τ᾽ αὖ θέλω τὸν ἄγγελον,
εἴτ᾽ αὐτὸς ἦν θνῄσκοντος ἐγγύθεν παρών,
εἴτ᾽ ἐξ ἀμαυρᾶς κληδόνος λέγει μαθών.
οὔτοι φρέν᾽ ἂν κλέψειεν ὠμματωμένην.
Χορός
855
Ζεῦ Ζεῦ , τί λέγω , πόθεν ἄρξωμαι
τάδ᾽ ἐπευχομένη κἀπιθεάζουσ᾽,
ὑπὸ δ᾽ εὐνοίας
πῶς ἴσον εἰποῦσ᾽ ἀνύσωμαι;
νῦν γὰρ μέλλουσι μιανθεῖσαι
860
πειραὶ κοπάνων ἀνδροδαΐκτων
ἢ πάνυ θήσειν Ἀγαμεμνονίων
οἴκων ὄλεθρον διὰ παντός,
ἢ πῦρ καὶ φῶς ἐπ᾽ ἐλευθερίᾳ
δαίων ἀρχάς τε πολισσονόμους
865
πατέρων <θ᾽> ἕξει μέγαν ὄλβον.
τοιάνδε πάλην μόνος ὢν ἔφεδρος
δισσοῖς μέλλει θεῖος Ὀρέστης
ἅψειν . εἴη δ᾽ ἐπὶ νίκῃ.
Αἴγισθος
ἒ ἔ , ὀτοτοτοῖ.
Χορός
870
ἔα ἔα μάλα:
πῶς ἔχει ; πῶς κέκρανται δόμοις;
ἀποσταθῶμεν πράγματος τελουμένου,
ὅπως δοκῶμεν τῶνδ᾽ ἀναίτιαι κακῶν
εἶναι : μάχης γὰρ δὴ κεκύρωται τέλος.
Οἰκέτης
875
οἴμοι , πανοίμοι δεσπότου πεπληγμένου:
οἴμοι μάλ᾽ αὖθις ἐν τρίτοις προσφθέγμασιν.
Αἴγισθος οὐκέτ᾽ ἔστιν . ἀλλ᾽ ἀνοίξατε