Daphnis and Chloe, Erotici Scriptores Graeci. Vol. 1. Longus, author. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
Made available under the Creative Commons Attribution 4.0 International License.
Συρίττοντος δὲ αὐτοῦ τὸ μεσημβρινὸν καὶ τῶν ποιμνίων σκιαζομένων ἔλαθεν ἡ Χλόη κατανυστάξασα. Φωράσας τοῦτο ὁ Δάφνις καὶ καταθέμενος τὴν σύριγγα πᾶσαν αὐτὴν ἔβλεπεν ἀπλήστως, οἷα μηδὲν αἰδούμενος, καὶ ἅμα ἠρέμα ὑπεφθέγγετο “οἷον καθεύδουσιν
p.257
ὀφθαλμοί, οἷον δὲ ἀποπνεῖ τὸ στόμα. Οὐδὲ τὰ μῆλα τοιοῦτον, οὐδὲ αἱ ὄχναι. Ἀλλὰ φιλῆσαι μὲν δέδοικα· δάκνει τὸ φίλημα τὴν καρδίαν, καὶ ὥσπερ τὸ νέον μέλι μαίνεσθαι ποιεῖ· ὀκνῶ δὲ καὶ μὴ φιλήσας αὐτὴν ἀφυπνίσω.
Ὤ λάλων τεττίγων, οὐκ ἐάσουσιν αὐτὴν καθεύδειν μέγα ἠχοῦντες. Ἀλλὰ καὶ οἱ τράγοι τοῖς κέρασι παταγοῦσι μαχόμενοι. Ὤ λύκων ἀλωπέκων δειλοτέρων, οἳ τούτους οὐχ ἥρπασαν.”