Daphnis and Chloe, Erotici Scriptores Graeci. Vol. 1. Longus, author. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
2.24
Τοιαῦτα ἰδὼν καὶ ἀκούσας Δάφνις ἀναπηδήσας τῶν ὕπνων καὶ ὑφ̓ ἡδονῆς καὶ λύπης μεστὸς δακρύων τὰ ἀγάλματα τῶν Νυμφῶν προσεκύνει καὶ ἐπηγγέλλετο σωθείσης Χλόης θύσειν τῶν αἰγῶν τὴν ἀρίστην.
Δραμὼν δὲ καὶ ἐπὶ τὴν πίτυν, ἔνθα τὸ τοῦ Πανὸς ἄγαλμα ἵδρυτο κερασφόρον, τραγοσκελές, τῇ μὲν σύριγγα τῇ δὲ τράγον πηδῶντα κατέχον, κἀκεῖνον προσεκύνει καὶ εὔχετο ὑπὲρ τῆς Χλόης καὶ τράγον θύσειν ἐπηγγέλλετο.
Καὶ μόλις ποτὲ περὶ ἡλίου καταφορὰς παυσάμενος δακρύων καὶ εὐχῶν, ἀράμενος τὰς φυλλάδας, ἃς ἔκοψεν, ἐπανῆλθεν εἰς τὴν ἔπαυλιν, καὶ τοὺς ἀμφὶ τὸν Λάμωνα πένθους ἀπαλλάξας,
εὐφροσύνης ἐμπλήσας, τροφῆς τε ἐγεύσατο καὶ ἐς ὕπνον ὥρμησεν οὐδὲ τοῦτον ἄδακρυν, ἀλλ̓ εὐχόμενος μὲν αὖθις τὰς Νύμφας ὄναρ ἰδεῖν, εὐχόμενος δὲ τὴν ἡμέραν γενέσθαι ταχέως, ἐν ᾗ Χλόην ἐπηγγείλαντο αὐτῷ. Νυκτῶν πασῶν ἐκείνη ἔδοξε μακροτάτη γεγονέναι· ἐπράχθη δὲ ἐπ̓ αὐτῆς τάδε.