Daphnis and Chloe, Erotici Scriptores Graeci. Vol. 1. Longus, author. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
3.6
Δρόμῳ οὖν πρὸς τὴν αὐλὴν ἔρχεται καὶ ἀποσεισάμενος τῶν σκελῶν τὴν χιόνα τούς τε βρόχους ἔστησε καὶ τὸν ἰξὸν ῥάβδοις μακραῖς ἐπήλειψε· καὶ ἐκαθέζετο τὸ ἐντεῦθεν ὄρνιθας καὶ τὴν Χλόην μεριμνῶν.
Ἀλλ̓ ὄρνιθες μὲν καὶ ἧκον πολλοὶ καὶ ἐλήφθησαν ἱκανοί, ὥστε πράγματα μυρία ἔσχε συλλέγων αὐτοὺς καὶ ἀποκτιννὺς καὶ ἀποδύων τὰ πτερά· τῆς δὲ αὐλῆς προῆλθεν οὐδείς, οὐκ ἀνήρ, οὐ γύναιον, οὐ κατοικίδιος ὄρνις, ἀλλὰ πάντες τῷ πυρὶ παραμένοντες ἔνδον
p.287
κατεκέκλειντο, ὥστε πάνυ ἠπορεῖτο ὁ Δάφνις ὡς οὐκ ἐπ̓ αἰσίοις ὄρνισιν ἐλθών· καὶ ἐτόλμα πρόφασιν σκηψάμενος ὤσασθαι διὰ θυρῶν καὶ ἐζήτει πρὸς αὑτὸν ὅ τι λεχθῆναι πιθανώτατον.
“Πῦρ ἐναυσόμενος ἦλθον.ʼ ʽΜὴ γὰρ οὐκ ἦσαν ἀπὸ σταδίου γείτονες;ʼ ʽἌρτους αἰτησόμενος ἧκον.ʼ ʽἈλλ̓ ἡ πήρα μεστὴ τροφῆς.ʼ ʽΟἴνου δέομαι.ʼ ʽΚαὶ μὴν χθὲς καὶ πρώην ἐτρύγησας.ʼ ʽΛύκος με ἐδίωκε.ʼ ʽΚαὶ ποῦ τὰ ἴχνη τοῦ λύκου;ʼ ʽΘηράσων ἀφικόμην τοὺς ὄρνιθας.ʼ ʽΤί οὖν
θηράσας οὐκ ἄπει;ʼ ʽΧλόην θεάσασθαι βούλομαι.” Πατρὶ δὲ τίς καὶ μητρὶ παρθένου τοῦτο ὁμολογεῖ; Πταίων δὴ πανταχοῦ “ἀλλ̓ οὐδὲν” ἔφη “τούτων ἁπάντων ἀνύποπτον. Ἄμεινον ἄρα σιγᾶν· Χλόην δὲ ἦρος ὄψομαι, ἐπεὶ μὴ εἵμαρτο, ὡς ἔοικε, χειμῶνός με
ταύτην ἰδεῖν.” Τοιαῦτα δή τινα διανοηθεὶς καὶ σιωπῇ τὰ θηραθέντα συλλαβὼν ὥρμητο ἀπιέναι· καὶ ὥσπερ αὐτὸν οἰκτείραντος τοῦ Ἔρωτος τάδε γίνεται.