Daphnis and Chloe, Erotici Scriptores Graeci. Vol. 1. Longus, author. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
Made available under the Creative Commons Attribution 4.0 International License.
4.1
Ἥκων δέ τις ἐκ τῆς Μυτιλήνης ὁμόδουλος τοῦ Λάμωνος ἤγγειλεν ὅτι ὀλίγον πρὸ τοῦ τρυγητοῦ ὁ δεσπότης ἀφίξεται μαθησόμενος μή τι τοὺς ἀγροὺς ὁ τῶν Μηθυμναίων ἐπίπλους ἐλυμήνατο.
Ἤδη οὖν τοῦ θέρους ἀπιόντος καὶ τοῦ μετοπώρου προσιόντος παρεσκεύαζεν αὐτῷ τὴν καταγωγὴν ὁ Λάμων εἰς πᾶσαν
p.305
θέας ἡδονήν. Πηγὰς ἐξεκάθαιρεν, ὡς τὸ ὕδωρ καθαρὸν ἔχοιεν· τὴν κόπρον ἐξεφόρει τῆς αὐλῆς, ὡς ἀπόζουσα μὴ διοχλοίη· τὸν παράδεισον ἐθεράπευεν, ὡς ὀφθείη καλός.