Daphnis and Chloe, Erotici Scriptores Graeci. Vol. 1. Longus, author. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
4.17
Οὐκ ἀντέσχε κλάοντι καὶ αὖθις τοὺς πόδας καταφιλοῦντι νεανίσκος μεγαλόφρων καὶ οὐκ ἄπειρος ἐρωτικῆς λύπης, ἀλλ̓ αἰτήσειν αὐτὸν παρὰ τοῦ πατρὸς
p.314
ἐπηγγείλατο καὶ κομιεῖν εἰς τὴν πόλιν αὑτῷ μὲν δοῦλον, ἐκείνῳ δὲ ἐρώμενον.
Εἰς εὐθυμίαν δὲ καὶ αὐτὸν ἐκεῖνον θέλων προαγαγεῖν ἐπυνθάνετο μειδιῶν εἰ οὐκ αἰσχύνεται Λάμωνος υἱὸν φιλῶν, ἀλλὰ καὶ σπουδάζει συγκατακλινῆναι νέμοντι αἶγας μειρακίῳ· καὶ ἅμα ὑπεκρίνετο τὴν τραγικὴν δυσωδίαν μυσάττεσθαι.
Ὁ δέ, οἷα πᾶσαν ἐρωτικὴν μυθολογίαν ἐν τοῖς τῶν ἀσώτων συμποσίοις πεπαιδευμένος, οὐκ ἀπὸ σκοποῦ καὶ ὑπὲρ αὑτοῦ καὶ ὑπὲρ τοῦ Δάφνιδος ἔλεγεν “οὐδεὶς ταῦτα, δέσποτα, ἐραστὴς πολυπραγμονεῖ· ἀλλ̓ ἐν οἵῳ ποτε ἂν σώματι εὕρῃ τὸ κάλλος,
ἑάλωκε. Διὰ τοῦτο καὶ φυτοῦ τις ἠράσθη καὶ ποταμοῦ καὶ θηρίου. Καίτοι τίς οὐκ ἂν ἐραστὴν ἠλέησεν, ὃν ἔδει φοβεῖσθαι τὸν ἐρώμενον; Ἐγὼ δὲ σώματος μὲν ἐρῶ δούλου, κάλλους δὲ ἐλευθέρου.
Ὁρᾷς ὡς ὑακίνθῳ μὲν τὴν κόμην ὁμοίαν ἔχει, λάμπουσι δὲ ὑπὸ ταῖς ὀφρύσιν οἱ ὀφθαλμοὶ καθάπερ ἐν χρυσῇ σφενδόνῃ ψηφίς; Καὶ τὸ μὲν πρόσωπον ἐρυθήματος μεστόν, τὸ δὲ στόμα λευκῶν ὀδόντων ὥσπερ ἐλέφαντος.