Daphnis and Chloe, Erotici Scriptores Graeci. Vol. 1. Longus, author. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
4.20
Ὁ μὲν Λάμων ταῦτα εἰπὼν ἐσιώπησε καὶ πολλὰ ἀφῆκε δάκρυα· τοῦ δὲ Γνάθωνος θρασυνομένου καὶ πληγὰς ἀπειλοῦντος, ὁ Διονυσοφάνης τοῖς εἰρημένοις ἐκπλαγεὶς τὸν μὲν Γνάθωνα σιωπᾶν ἐκέλευσε, σφόδρα τὴν ὀφρὺν εἰς αὐτὸν τοξοποιήσας, τὸν δὲ Λάμωνα πάλιν ἀνέκρινε καὶ παρεκελεύετο τἀληθῆ λέγειν μηδὲ ὅμοια πλάττειν μύθοις ἐπὶ τῷ κατέχειν τὸν υἱόν.
Ὡς δ̓ ἀτενὴς ἦν καὶ κατὰ πάντων ὤμνυε θεῶν καὶ ἐδίδου βασανίζειν αὑτόν, εἴ τι ψεύδεται, παρακαθημένης τῆς Κλεαρίστης ἐβασάνιζε τὰ λελεγμένα. “Τί δ̓ ἂν ἐψεύδετο Λάμων, μέλλων ἀνθ̓ ἑνὸς δύο λαμβάνειν αἰπόλους; Πῶς δ̓ ἂν καὶ ταῦτ̓ ἔπλασσεν ἄγροικος; Οὐ γὰρ εὐθὺς ἦν ἄπιστον ἐκ τοιούτου γέροντος καὶ μητρὸς εὐτελοῦς υἱὸν καλὸν οὕτω γενέσθαι;”