Daphnis and Chloe, Erotici Scriptores Graeci. Vol. 1. Longus, author. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
Ὄναρ δὲ Διονυσοφάνει μετὰ φροντίδα πολλὴν εἰς βαθὺν ὕπνον κατενεχθέντι τοιόνδε γίνεται. Ἐδόκει τὰς Νύμφας δεῖσθαι τοῦ Ἔρωτος ἤδη ποτε αὐτοῖς κατανεῦσαι τὸν γάμον· τὸν δὲ ἐκλύσαντα τὸ τοξάριον καὶ ἀποθέμενον τὴν φαρέτραν κελεῦσαι τῷ Διονυσοφάνει πάντας τοὺς ἀρίστους Μυτιληναίων θέμενον συμπότας, ἡνίκα ἂν τὸν ὕστατον πλήσῃ κρατῆρα, τότε δεικνύειν ἑκάστῳ τὰ γνωρίσματα, τὸ δὲ ἐντεῦθεν ᾅδειν τὸν ὑμέναιον.
Ταῦτα ἰδὼν καὶ ἀκούσας ἕωθεν ἀνίσταται καὶ κελεύσας λαμπρὰν ἑστίασιν παρασκευασθῆναι τῶν ἀπὸ γῆς τῶν ἀπὸ θαλάττης καὶ εἴ τι ἐν λίμναις καὶ εἴ τι ἐν ποταμοῖς, πάντας τοὺς ἀρίστους Μυτιληναίων ποιεῖται συμπότας.
Ὡς δὲ ἤδη νὺξ ἦν καὶ ἐπέπληστο ὁ κρατὴρ ἐξ οὗ σπένδουσιν Ἑρμῇ, εἰσκομίζει τις ἐπὶ σκεύους ἀργυροῦ θεράπων τὰ γνωρίσματα καὶ περιφέρων ἐνδέξια πᾶσιν ἐδείκνυε.
p.324