Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί,
αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε.
Χερσιδάμαντα δ᾽ ἔπειτα καθ᾽ ἵππων ἀΐξαντα
δουρὶ κατὰ πρότμησιν ὑπ᾽ ἀσπίδος ὀμφαλοέσσης
425
νύξεν : δ᾽ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
τοὺς μὲν ἔασ᾽ , δ᾽ ἄρ᾽ Ἱππασίδην Χάροπ᾽ οὔτασε δουρὶ
αὐτοκασίγνητον εὐηφενέος Σώκοιο.
τῷ δ᾽ ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς,
στῆ δὲ μάλ᾽ ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν
430
Ὀδυσεῦ πολύαινε δόλων ἆτ᾽ ἠδὲ πόνοιο
σήμερον δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι
τοιώδ᾽ ἄνδρε κατακτείνας καὶ τεύχε᾽ ἀπούρας,
κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς.
ὣς εἰπὼν οὔτησε κατ᾽ ἀσπίδα πάντοσ᾽ ἐΐσην.
435
διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο,
πάντα δ᾽ ἀπὸ πλευρῶν χρόα ἔργαθεν , οὐδ᾽ ἔτ᾽ ἔασε
Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός.
γνῶ δ᾽ Ὀδυσεὺς οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν,
440
ἂψ δ᾽ ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν:
δείλ᾽ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος.
ἤτοι μέν ῥ᾽ ἔμ᾽ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι:
σοὶ δ᾽ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
ἤματι τῷδ᾽ ἔσσεσθαι , ἐμῷ δ᾽ ὑπὸ δουρὶ δαμέντα
445
εὖχος ἐμοὶ δώσειν , ψυχὴν δ᾽ Ἄϊδι κλυτοπώλῳ.
, καὶ μὲν φύγαδ᾽ αὖτις ὑποστρέψας ἐβεβήκει,
τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
ὤμων μεσσηγύς , διὰ δὲ στήθεσφιν ἔλασσε,
δούπησεν δὲ πεσών : δ᾽ ἐπεύξατο δῖος Ὀδυσσεύς:
450
Σῶχ᾽ Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο