Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τ᾽ ἄλλως ὑπ᾽ ἐμεῖο , καὶ εἴ κ᾽ ὀλίγον περ ἐπαύρῃ,
ὀξὺ βέλος πέλεται , καὶ ἀκήριον αἶψα τίθησι.
τοῦ δὲ γυναικὸς μέν τ᾽ ἀμφίδρυφοί εἰσι παρειαί,
παῖδες δ᾽ ὀρφανικοί : δέ θ᾽ αἵματι γαῖαν ἐρεύθων
395
πύθεται , οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες.
ὣς φάτο , τοῦ δ᾽ Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν
ἔστη πρόσθ᾽ : δ᾽ ὄπισθε καθεζόμενος βέλος ὠκὺ
ἐκ ποδὸς ἕλκ᾽ , ὀδύνη δὲ διὰ χροὸς ἦλθ᾽ ἀλεγεινή.
ἐς δίφρον δ᾽ ἀνόρουσε , καὶ ἡνιόχῳ ἐπέτελλε
400
νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν : ἤχθετο γὰρ κῆρ.
οἰώθη δ᾽ Ὀδυσεὺς δουρὶ κλυτός , οὐδέ τις αὐτῷ
Ἀργείων παρέμεινεν , ἐπεὶ φόβος ἔλλαβε πάντας:
ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν:
μοι ἐγὼ τί πάθω ; μέγα μὲν κακὸν αἴ κε φέβωμαι
405
πληθὺν ταρβήσας : τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω
μοῦνος : τοὺς δ᾽ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων.
ἀλλὰ τί μοι ταῦτα φίλος διελέξατο θυμός;
οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο,
ὃς δέ κ᾽ ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ
410
ἑστάμεναι κρατερῶς , τ᾽ ἔβλητ᾽ τ᾽ ἔβαλ᾽ ἄλλον.
εἷος ταῦθ᾽ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
τόφρα δ᾽ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων,
ἔλσαν δ᾽ ἐν μέσσοισι , μετὰ σφίσι πῆμα τιθέντες.
ὡς δ᾽ ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τ᾽ αἰζηοὶ
415
σεύωνται , δέ τ᾽ εἶσι βαθείης ἐκ ξυλόχοιο
θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν,
ἀμφὶ δέ τ᾽ ἀΐσσονται , ὑπαὶ δέ τε κόμπος ὀδόντων
γίγνεται , οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα,
ὥς ῥα τότ᾽ ἀμφ᾽ Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο
420
Τρῶες : δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην