Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὤμων καὶ κεφαλῆς , ἀπὸ δ᾽ ἕλκεος ἀργαλέοιο
αἷμα μέλαν κελάρυζε : νόος γε μὲν ἔμπεδος ἦεν.
τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός,
815
καί ῥ᾽ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα:
δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες
ὣς ἄρ᾽ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης
ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ.
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλ᾽ ἥρως,
820
ῥ᾽ ἔτι που σχήσουσι πελώριον Ἕκτορ᾽ Ἀχαιοί,
ἤδη φθίσονται ὑπ᾽ αὐτοῦ δουρὶ δαμέντες;
τὸν δ᾽ αὖτ᾽ Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα:
οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν
ἔσσεται , ἀλλ᾽ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται.
825
οἳ μὲν γὰρ δὴ πάντες , ὅσοι πάρος ἦσαν ἄριστοι,
ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε
χερσὶν ὕπο Τρώων : τῶν δὲ σθένος ὄρνυται αἰέν.
ἀλλ᾽ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν,
μηροῦ δ᾽ ἔκταμ᾽ ὀϊστόν , ἀπ᾽ αὐτοῦ δ᾽ αἷμα κελαινὸν
830
νίζ᾽ ὕδατι λιαρῷ , ἐπὶ δ᾽ ἤπια φάρμακα πάσσε
ἐσθλά , τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι,
ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων.
ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων
τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα
835
χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος
κεῖσθαι : δ᾽ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα.
τὸν δ᾽ αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός:
πῶς τὰρ ἔοι τάδε ἔργα ; τί ῥέξομεν Εὐρύπυλ᾽ ἥρως;
ἔρχομαι ὄφρ᾽ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω
840
ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν:
ἀλλ᾽ οὐδ᾽ ὧς περ σεῖο μεθήσω τειρομένοιο.