Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
, καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν
ἐς κλισίην : θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας.
ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ
845
ὀξὺ βέλος περιπευκές , ἀπ᾽ αὐτοῦ δ᾽ αἷμα κελαινὸν
νίζ᾽ ὕδατι λιαρῷ , ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν
χερσὶ διατρίψας ὀδυνήφατον , οἱ ἁπάσας
ἔσχ᾽ ὀδύνας : τὸ μὲν ἕλκος ἐτέρσετο , παύσατο δ᾽ αἷμα.