Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ,
ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης.
τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα;
245
εἴ περ γάρ τ᾽ ἄλλοι γε περὶ κτεινώμεθα πάντες
νηυσὶν ἐπ᾽ Ἀργείων , σοὶ δ᾽ οὐ δέος ἔστ᾽ ἀπολέσθαι:
οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδὲ μαχήμων.
εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι , ἠέ τιν᾽ ἄλλον
παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο,
250
αὐτίκ᾽ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις.
ὣς ἄρα φωνήσας ἡγήσατο , τοὶ δ᾽ ἅμ᾽ ἕποντο
ἠχῇ θεσπεσίῃ : ἐπὶ δὲ Ζεὺς τερπικέραυνος
ὦρσεν ἀπ᾽ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν,
ῥ᾽ ἰθὺς νηῶν κονίην φέρεν : αὐτὰρ Ἀχαιῶν
255
θέλγε νόον , Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε.
τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίηφι
ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον.
κρόσσας μὲν πύργων ἔρυον , καὶ ἔρειπον ἐπάλξεις,
στήλας τε προβλῆτας ἐμόχλεον , ἃς ἄρ᾽ Ἀχαιοὶ
260
πρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων.
τὰς οἵ γ᾽ αὐέρυον , ἔλποντο δὲ τεῖχος Ἀχαιῶν
ῥήξειν : οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου,
ἀλλ᾽ οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις
βάλλον ἀπ᾽ αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας.
265
ἀμφοτέρω δ᾽ Αἴαντε κελευτιόωντ᾽ ἐπὶ πύργων
πάντοσε φοιτήτην μένος ὀτρύνοντες Ἀχαιῶν.
ἄλλον μειλιχίοις , ἄλλον στερεοῖς ἐπέεσσι
νείκεον , ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν:
φίλοι Ἀργείων ὅς τ᾽ ἔξοχος ὅς τε μεσήεις
270
ὅς τε χερειότερος , ἐπεὶ οὔ πω πάντες ὁμοῖοι