Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀνέρες ἐν πολέμῳ , νῦν ἔπλετο ἔργον ἅπασι:
καὶ δ᾽ αὐτοὶ τόδε που γιγνώσκετε . μή τις ὀπίσσω
τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούσας,
ἀλλὰ πρόσω ἵεσθε καὶ ἀλλήλοισι κέλεσθε,
275
αἴ κε Ζεὺς δώῃσιν Ὀλύμπιος ἀστεροπητὴς
νεῖκος ἀπωσαμένους δηΐους προτὶ ἄστυ δίεσθαι.
ὣς τώ γε προβοῶντε μάχην ὄτρυνον Ἀχαιῶν.
τῶν δ᾽ , ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ
ἤματι χειμερίῳ , ὅτε τ᾽ ὤρετο μητίετα Ζεὺς
280
νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ κῆλα:
κοιμήσας δ᾽ ἀνέμους χέει ἔμπεδον , ὄφρα καλύψῃ
ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους
καὶ πεδία λωτοῦντα καὶ ἀνδρῶν πίονα ἔργα,
καί τ᾽ ἐφ᾽ ἁλὸς πολιῆς κέχυται λιμέσιν τε καὶ ἀκταῖς,
285
κῦμα δέ μιν προσπλάζον ἐρύκεται : ἄλλά τε πάντα
εἴλυται καθύπερθ᾽ , ὅτ᾽ ἐπιβρίσῃ Διὸς ὄμβρος:
ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί,
αἱ μὲν ἄρ᾽ ἐς Τρῶας , αἱ δ᾽ ἐκ Τρώων ἐς Ἀχαιούς,
βαλλομένων : τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει.
290
οὐδ᾽ ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ
τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα,
εἰ μὴ ἄρ᾽ υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺς
ὦρσεν ἐπ᾽ Ἀργείοισι λέονθ᾽ ὣς βουσὶν ἕλιξιν.
αὐτίκα δ᾽ ἀσπίδα μὲν πρόσθ᾽ ἔσχετο πάντοσ᾽ ἐΐσην
295
καλὴν χαλκείην ἐξήλατον , ἣν ἄρα χαλκεὺς
ἤλασεν , ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰς
χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον.
τὴν ἄρ᾽ γε πρόσθε σχόμενος δύο δοῦρε τινάσσων
βῆ ῥ᾽ ἴμεν ὥς τε λέων ὀρεσίτροφος , ὅς τ᾽ ἐπιδευὴς
300
δηρὸν ἔῃ κρειῶν , κέλεται δέ θυμὸς ἀγήνωρ