Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι:
ὣς πρόσθ᾽ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς
βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.
ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν,
395
οὐδ᾽ γ᾽ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας
ἂψ ἵππους στρέψαι , τὸν δ᾽ Ἀντίλοχος μενεχάρμης
δουρὶ μέσον περόνησε τυχών : οὐδ᾽ ἤρκεσε θώρηξ
χάλκεος ὃν φορέεσκε , μέσῃ δ᾽ ἐν γαστέρι πῆξεν.
αὐτὰρ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου,
400
ἵππους δ᾽ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς
ἐξέλασε Τρώων μετ᾽ ἐϋκνήμιδας Ἀχαιούς.
Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος
Ἀσίου ἀχνύμενος , καὶ ἀκόντισε δουρὶ φαεινῷ.
ἀλλ᾽ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
405
Ἰδομενεύς : κρύφθη γὰρ ὑπ᾽ ἀσπίδι πάντοσ᾽ ἐΐσῃ,
τὴν ἄρ᾽ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ
δινωτὴν φορέεσκε , δύω κανόνεσσ᾽ ἀραρυῖαν:
τῇ ὕπο πᾶς ἐάλη , τὸ δ᾽ ὑπέρπτατο χάλκεον ἔγχος,
καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν
410
ἔγχεος : οὐδ᾽ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν,
ἀλλ᾽ ἔβαλ᾽ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν
ἧπαρ ὑπὸ πραπίδων , εἶθαρ δ᾽ ὑπὸ γούνατ᾽ ἔλυσε.
Δηΐφοβος δ᾽ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας:
οὐ μὰν αὖτ᾽ ἄτιτος κεῖτ᾽ Ἄσιος , ἀλλά φημι
415
εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο
γηθήσειν κατὰ θυμόν , ἐπεί ῥά οἱ ὤπασα πομπόν.
ὣς ἔφατ᾽ , Ἀργείοισι δ᾽ ἄχος γένετ᾽ εὐξαμένοιο,
Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν:
ἀλλ᾽ οὐδ᾽ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου,
420
ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.