Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τὸν μὲν ἔπειθ᾽ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι
Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ,
νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
Ἰδομενεὺς δ᾽ οὐ λῆγε μένος μέγα , ἵετο δ᾽ αἰεὶ
425
ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι
αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς.
ἔνθ᾽ Αἰσυήταο διοτρεφέος φίλον υἱὸν
ἥρω᾽ Ἀλκάθοον , γαμβρὸς δ᾽ ἦν Ἀγχίσαο,
πρεσβυτάτην δ᾽ ὤπυιε θυγατρῶν Ἱπποδάμειαν
430
τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ
ἐν μεγάρῳ : πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο
κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί : τοὔνεκα καί μιν
γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ:
τὸν τόθ᾽ ὑπ᾽ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε
435
θέλξας ὄσσε φαεινά , πέδησε δὲ φαίδιμα γυῖα:
οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατ᾽ οὔτ᾽ ἀλέασθαι,
ἀλλ᾽ ὥς τε στήλην δένδρεον ὑψιπέτηλον
ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ
ἥρως Ἰδομενεύς , ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα
440
χάλκεον , ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον:
δὴ τότε γ᾽ αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί.
δούπησεν δὲ πεσών , δόρυ δ᾽ ἐν κραδίῃ ἐπεπήγει,
ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν
ἔγχεος : ἔνθα δ᾽ ἔπειτ᾽ ἀφίει μένος ὄβριμος Ἄρης:
445
Ἰδομενεὺς δ᾽ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας
Δηΐφοβ᾽ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι
τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι ; ἐπεὶ σύ περ εὔχεαι οὕτω.
δαιμόνι᾽ ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασ᾽ ἐμεῖο,
ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδ᾽ ἱκάνω,
450
ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον: