Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Ἀργείους ; οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν,
ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί.
θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν
νῆας : ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν.
815
κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ
χερσὶν ὑφ᾽ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
σοὶ δ᾽ αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων
ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι
θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους,
820
οἵ σε πόλιν δ᾽ οἴσουσι κονίοντες πεδίοιο.
ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις
αἰετὸς ὑψιπέτης : ἐπὶ δ᾽ ἴαχε λαὸς Ἀχαιῶν
θάρσυνος οἰωνῷ : δ᾽ ἀμείβετο φαίδιμος Ἕκτωρ:
Αἶαν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἔειπες:
825
εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο
εἴην ἤματα πάντα , τέκοι δέ με πότνια Ἥρη,
τιοίμην δ᾽ ὡς τίετ᾽ Ἀθηναίη καὶ Ἀπόλλων,
ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι
πᾶσι μάλ᾽ , ἐν δὲ σὺ τοῖσι πεφήσεαι , αἴ κε ταλάσσῃς
830
μεῖναι ἐμὸν δόρυ μακρόν , τοι χρόα λειριόεντα
δάψει : ἀτὰρ Τρώων κορέεις κύνας ἠδ᾽ οἰωνοὺς
δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.
ὣς ἄρα φωνήσας ἡγήσατο : τοὶ δ᾽ ἅμ᾽ ἕποντο
ἠχῇ θεσπεσίῃ , ἐπὶ δ᾽ ἴαχε λαὸς ὄπισθεν.
835
Ἀργεῖοι δ᾽ ἑτέρωθεν ἐπίαχον , οὐδὲ λάθοντο
ἀλκῆς , ἀλλ᾽ ἔμενον Τρώων ἐπιόντας ἀρίστους.
ἠχὴ δ᾽ ἀμφοτέρων ἵκετ᾽ αἰθέρα καὶ Διὸς αὐγάς.