Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
14
Νέστορα δ᾽ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης,
ἀλλ᾽ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα:
φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα:
μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν.
5
ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον
εἰς κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη
θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα:
αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν.
ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο
10
κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο
χαλκῷ παμφαῖνον : δ᾽ ἔχ᾽ ἀσπίδα πατρὸς ἑοῖο.
εἵλετο δ᾽ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
στῆ δ᾽ ἐκτὸς κλισίης , τάχα δ᾽ εἴσιδεν ἔργον ἀεικὲς
τοὺς μὲν ὀρινομένους , τοὺς δὲ κλονέοντας ὄπισθε
15
Τρῶας ὑπερθύμους : ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν.
ὡς δ᾽ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ
ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα
αὔτως , οὐδ᾽ ἄρα τε προκυλίνδεται οὐδετέρωσε,
πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον,
20
ὣς γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν
διχθάδι᾽ , μεθ᾽ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων,
ἦε μετ᾽ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν.
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
βῆναι ἐπ᾽ Ἀτρεΐδην . οἳ δ᾽ ἀλλήλους ἐνάριζον
25
μαρνάμενοι : λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς
νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.
Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες
πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ
Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων.
30
πολλὸν γάρ ῥ᾽ ἀπάνευθε μάχης εἰρύατο νῆες