Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων.
τὴν δ᾽ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος:
Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο
ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων
245
ῥεῖα κατευνήσαιμι , καὶ ἂν ποταμοῖο ῥέεθρα
Ὠκεανοῦ , ὅς περ γένεσις πάντεσσι τέτυκται:
Ζηνὸς δ᾽ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην
οὐδὲ κατευνήσαιμ᾽ , ὅτε μὴ αὐτός γε κελεύοι.
ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ
250
ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς
ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας.
ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο
νήδυμος ἀμφιχυθείς : σὺ δέ οἱ κακὰ μήσαο θυμῷ
ὄρσασ᾽ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας,
255
καί μιν ἔπειτα Κόων δ᾽ εὖ ναιομένην ἀπένεικας
νόσφι φίλων πάντων . δ᾽ ἐπεγρόμενος χαλέπαινε
ῥιπτάζων κατὰ δῶμα θεούς , ἐμὲ δ᾽ ἔξοχα πάντων
ζήτει : καί κέ μ᾽ ἄϊστον ἀπ᾽ αἰθέρος ἔμβαλε πόντῳ,
εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν:
260
τὴν ἱκόμην φεύγων , δ᾽ ἐπαύσατο χωόμενός περ.
ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι.
νῦν αὖ τοῦτό μ᾽ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι.
τὸν δ᾽ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη:
Ὕπνε τί δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς;
265
φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν
ὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο;
ἀλλ᾽ ἴθ᾽ , ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων
δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν.
270
ὣς φάτο , χήρατο δ᾽ Ὕπνος , ἀμειβόμενος δὲ προσηύδα:
ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ,