Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἔσχεν , δ᾽ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
Πουλυδάμας δ᾽ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας:
οὐ μὰν αὖτ᾽ ὀΐω μεγαθύμου Πανθοΐδαο
455
χειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα,
ἀλλά τις Ἀργείων κόμισε χροΐ , καί μιν ὀΐω
αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω.
ὣς ἔφατ᾽ , Ἀργείοισι δ᾽ ἄχος γένετ᾽ εὐξαμένοιο:
Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε
460
τῷ Τελαμωνιάδῃ : τοῦ γὰρ πέσεν ἄγχι μάλιστα.
καρπαλίμως δ᾽ ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ.
Πουλυδάμας δ᾽ αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν
λικριφὶς ἀΐξας , κόμισεν δ᾽ Ἀντήνορος υἱὸς
Ἀρχέλοχος : τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον.
465
τόν ῥ᾽ ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ,
νείατον ἀστράγαλον , ἀπὸ δ᾽ ἄμφω κέρσε τένοντε:
τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τε
οὔδεϊ πλῆντ᾽ περ κνῆμαι καὶ γοῦνα πεσόντος.
Αἴας δ᾽ αὖτ᾽ ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι:
470
φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες
ῥ᾽ οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι
ἄξιος ; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ,
ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο
πάϊς : αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει.
475
ῥ᾽ εὖ γιγνώσκων , Τρῶας δ᾽ ἄχος ἔλλαβε θυμόν.
ἔνθ᾽ Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ
ἀμφὶ κασιγνήτῳ βεβαώς : δ᾽ ὕφελκε ποδοῖιν.
τῷ δ᾽ Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας:
Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι
480
οὔ θην οἴοισίν γε πόνος τ᾽ ἔσεται καὶ ὀϊζὺς
ἡμῖν , ἀλλά ποθ᾽ ὧδε κατακτενέεσθε καὶ ὔμμες.