Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
φράζεσθ᾽ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει
ἔγχει ἐμῷ , ἵνα μή τι κασιγνήτοιό γε ποινὴ
δηρὸν ἄτιτος ἔῃ : τὼ καί κέ τις εὔχεται ἀνὴρ
485
γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι.
ὣς ἔφατ᾽ , Ἀργείοισι δ᾽ ἄχος γένετ᾽ εὐξαμένοιο:
Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν:
ὁρμήθη δ᾽ Ἀκάμαντος : δ᾽ οὐχ ὑπέμεινεν ἐρωὴν
Πηνελέωο ἄνακτος : δ᾽ οὔτασεν Ἰλιονῆα
490
υἱὸν Φόρβαντος πολυμήλου , τόν ῥα μάλιστα
Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε:
τῷ δ᾽ ἄρ᾽ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα.
τὸν τόθ᾽ ὑπ᾽ ὀφρύος οὖτα κατ᾽ ὀφθαλμοῖο θέμεθλα,
ἐκ δ᾽ ὦσε γλήνην : δόρυ δ᾽ ὀφθαλμοῖο διὰ πρὸ
495
καὶ διὰ ἰνίου ἦλθεν , δ᾽ ἕζετο χεῖρε πετάσσας
ἄμφω : Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ
αὐχένα μέσσον ἔλασσεν , ἀπήραξεν δὲ χαμᾶζε
αὐτῇ σὺν πήληκι κάρη : ἔτι δ᾽ ὄβριμον ἔγχος
ἦεν ἐν ὀφθαλμῷ : δὲ φὴ κώδειαν ἀνασχὼν
500
πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα:
εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος
πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν:
οὐδὲ γὰρ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο
ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται , ὁππότε κεν δὴ
505
ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν.
ὣς φάτο , τοὺς δ᾽ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα,
πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.
ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ᾽ ἔχουσαι
ὅς τις δὴ πρῶτος βροτόεντ᾽ ἀνδράγρι᾽ Ἀχαιῶν
510
ἤρατ᾽ , ἐπεί ῥ᾽ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος.
Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα