Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οἳ δ᾽ ὥς τ᾽ ἔλαφον κεραὸν ἄγριον αἶγα
ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται:
τὸν μέν τ᾽ ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη
εἰρύσατ᾽ , οὐδ᾽ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν:
275
τῶν δέ θ᾽ ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειος
εἰς ὁδόν , αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας:
ὣς Δαναοὶ εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο
νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν:
αὐτὰρ ἐπεὶ ἴδον Ἕκτορ᾽ ἐποιχόμενον στίχας ἀνδρῶν
280
τάρβησαν , πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός.
τοῖσι δ᾽ ἔπειτ᾽ ἀγόρευε Θόας Ἀνδραίμονος υἱός,
Αἰτωλῶν ὄχ᾽ ἄριστος ἐπιστάμενος μὲν ἄκοντι
ἐσθλὸς δ᾽ ἐν σταδίῃ : ἀγορῇ δέ παῦροι Ἀχαιῶν
νίκων , ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων:
285
σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν:
πόποι μέγα θαῦμα τόδ᾽ ὀφθαλμοῖσιν ὁρῶμαι,
οἷον δ᾽ αὖτ᾽ ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας
Ἕκτωρ : θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου
χερσὶν ὑπ᾽ Αἴαντος θανέειν Τελαμωνιάδαο.
290
ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν
Ἕκτορ᾽ , δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατ᾽ ἔλυσεν,
ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι : οὐ γὰρ ἄτερ γε
Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν.
ἀλλ᾽ ἄγεθ᾽ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.
295
πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι:
αὐτοὶ δ᾽ , ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθ᾽ εἶναι,
στήομεν , εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες
δούρατ᾽ ἀνασχόμενοι : τὸν δ᾽ οἴω καὶ μεμαῶτα
θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον.
300
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο: