Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οἳ μὲν ἄρ᾽ ἀμφ᾽ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα
Τεῦκρον Μηριόνην τε Μέγην τ᾽ ἀτάλαντον Ἄρηϊ
ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες
Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον : αὐτὰρ ὀπίσσω
305
πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο.
Τρῶες δὲ προὔτυψαν ἀολλέες , ἦρχε δ᾽ ἄρ᾽ Ἕκτωρ
μακρὰ βιβάς : πρόσθεν δὲ κί᾽ αὐτοῦ Φοῖβος Ἀπόλλων
εἱμένος ὤμοιιν νεφέλην , ἔχε δ᾽ αἰγίδα θοῦριν
δεινὴν ἀμφιδάσειαν ἀριπρεπέ᾽ , ἣν ἄρα χαλκεὺς
310
Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν:
τὴν ἄρ᾽ γ᾽ ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν.
Ἀργεῖοι δ᾽ ὑπέμειναν ἀολλέες , ὦρτο δ᾽ ἀϋτὴ
ὀξεῖ᾽ ἀμφοτέρωθεν , ἀπὸ νευρῆφι δ᾽ ὀϊστοὶ
θρῷσκον : πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν
315
ἄλλα μὲν ἐν χροῒ πήγνυτ᾽ ἀρηϊθόων αἰζηῶν,
πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν
ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.
ὄφρα μὲν αἰγίδα χερσὶν ἔχ᾽ ἀτρέμα Φοῖβος Ἀπόλλων,
τόφρα μάλ᾽ ἀμφοτέρων βέλε᾽ ἥπτετο , πῖπτε δὲ λαός.
320
αὐτὰρ ἐπεὶ κατ᾽ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων
σεῖσ᾽ , ἐπὶ δ᾽ αὐτὸς ἄϋσε μάλα μέγα , τοῖσι δὲ θυμὸν
ἐν στήθεσσιν ἔθελξε , λάθοντο δὲ θούριδος ἀλκῆς.
οἳ δ᾽ ὥς τ᾽ ἠὲ βοῶν ἀγέλην πῶϋ μέγ᾽ οἰῶν
θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ
325
ἐλθόντ᾽ ἐξαπίνης σημάντορος οὐ παρεόντος,
ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες : ἐν γὰρ Ἀπόλλων
ἧκε φόβον , Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.
ἔνθα δ᾽ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης.
Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε,
330
τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων,