Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον:
Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν.
ἤτοι μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο
ἔσκε Μέδων Αἴαντος ἀδελφεός : αὐτὰρ ἔναιεν
335
ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς
γνωτὸν μητρυιῆς Ἐριώπιδος , ἣν ἔχ᾽ Ὀϊλεύς:
Ἴασος αὖτ᾽ ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο,
υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο.
Μηκιστῆ δ᾽ ἕλε Πουλυδάμας , Ἐχίον δὲ Πολίτης
340
πρώτῃ ἐν ὑσμίνῃ , Κλονίον δ᾽ ἕλε δῖος Ἀγήνωρ.
Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε
φεύγοντ᾽ ἐν προμάχοισι , διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.
ὄφρ᾽ οἳ τοὺς ἐνάριζον ἀπ᾽ ἔντεα , τόφρα δ᾽ Ἀχαιοὶ
τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ
345
ἔνθα καὶ ἔνθα φέβοντο , δύοντο δὲ τεῖχος ἀνάγκῃ.
Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας
νηυσὶν ἐπισσεύεσθαι , ἐᾶν δ᾽ ἔναρα βροτόεντα:
ὃν δ᾽ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω,
αὐτοῦ οἱ θάνατον μητίσομαι , οὐδέ νυ τόν γε
350
γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα,
ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο.
ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους
κεκλόμενος Τρώεσσι κατὰ στίχας : οἳ δὲ σὺν αὐτῷ
πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους
355
ἠχῇ θεσπεσίῃ : προπάροιθε δὲ Φοῖβος Ἀπόλλων
ῥεῖ᾽ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων
ἐς μέσσον κατέβαλλε , γεφύρωσεν δὲ κέλευθον
μακρὴν ἠδ᾽ εὐρεῖαν , ὅσον τ᾽ ἐπὶ δουρὸς ἐρωὴ
γίγνεται , ὁππότ᾽ ἀνὴρ σθένεος πειρώμενος ᾗσι.
360
τῇ ῥ᾽ οἵ γε προχέοντο φαλαγγηδόν , πρὸ δ᾽ Ἀπόλλων