Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
αἰγίδ᾽ ἔχων ἐρίτιμον : ἔρειπε δὲ τεῖχος Ἀχαιῶν
ῥεῖα μάλ᾽ , ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης,
ὅς τ᾽ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν
ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων.
365
ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν
σύγχεας Ἀργείων , αὐτοῖσι δὲ φύζαν ἐνῶρσας.
ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες,
ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
χεῖρας ἀνίσχοντες μεγάλ᾽ εὐχετόωντο ἕκαστος:
370
Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν
εὔχετο χεῖρ᾽ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα:
Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ
βοὸς οἰὸς κατὰ πίονα μηρία καίων
εὔχετο νοστῆσαι , σὺ δ᾽ ὑπέσχεο καὶ κατένευσας,
375
τῶν μνῆσαι καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ,
μηδ᾽ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.
ὣς ἔφατ᾽ εὐχόμενος , μέγα δ᾽ ἔκτυπε μητίετα Ζεύς,
ἀράων ἀΐων Νηληϊάδαο γέροντος.
Τρῶες δ᾽ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο,
380
μᾶλλον ἐπ᾽ Ἀργείοισι θόρον , μνήσαντο δὲ χάρμης.
οἳ δ᾽ ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο
νηὸς ὑπὲρ τοίχων καταβήσεται , ὁππότ᾽ ἐπείγῃ
ἲς ἀνέμου : γάρ τε μάλιστά γε κύματ᾽ ὀφέλλει:
ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον,
385
ἵππους δ᾽ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο
ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν , οἳ μὲν ἀφ᾽ ἵππων,
οἳ δ᾽ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες
μακροῖσι ξυστοῖσι , τά ῥά σφ᾽ ἐπὶ νηυσὶν ἔκειτο
ναύμαχα κολλήεντα , κατὰ στόμα εἱμένα χαλκῷ.
390
Πάτροκλος δ᾽ εἷος μὲν Ἀχαιοί τε Τρῶές τε