Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός:
ἤριπε δ᾽ ἐξ ὀχέων , ὑπερώησαν δέ οἱ ἵπποι
κείν᾽ ὄχεα κροτέοντες . ἄναξ δ᾽ ἐνόησε τάχιστα
Πουλυδάμας , καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων.
455
τοὺς μὲν γ᾽ Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε,
πολλὰ δ᾽ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα
ἵππους : αὐτὸς δ᾽ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.
Τεῦκρος δ᾽ ἄλλον ὀϊστὸν ἐφ᾽ Ἕκτορι χαλκοκορυστῇ
αἴνυτο , καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν,
460
εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν.
ἀλλ᾽ οὐ λῆθε Διὸς πυκινὸν νόον , ὅς ῥ᾽ ἐφύλασσεν
Ἕκτορ᾽ , ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα,
ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ
ῥῆξ᾽ ἐπὶ τῷ ἐρύοντι : παρεπλάγχθη δέ οἱ ἄλλῃ
465
ἰὸς χαλκοβαρής , τόξον δέ οἱ ἔκπεσε χειρός.
Τεῦκρος δ᾽ ἐρρίγησε , κασίγνητον δὲ προσηύδα:
πόποι δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει
δαίμων ἡμετέρης , τέ μοι βιὸν ἔκβαλε χειρός,
νευρὴν δ᾽ ἐξέρρηξε νεόστροφον , ἣν ἐνέδησα
470
πρώϊον , ὄφρ᾽ ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς.
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα μέγας Τελαμώνιος Αἴας:
πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς
κεῖσθαι , ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας:
αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ
475
μάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς.
μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεν
νῆας ἐϋσσέλμους , ἀλλὰ μνησώμεθα χάρμης.
ὣς φάθ᾽ , δὲ τόξον μὲν ἐνὶ κλισίῃσιν ἔθηκεν,
αὐτὰρ γ᾽ ἀμφ᾽ ὤμοισι σάκος θέτο τετραθέλυμνον,
480
κρατὶ δ᾽ ἐπ᾽ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν