Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
αἵ ῥά τ᾽ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται
μυρίαι , ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼς
θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν:
ἤτοι μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν
635
αἰὲν ὁμοστιχάει , δέ τ᾽ ἐν μέσσῃσιν ὀρούσας
βοῦν ἔδει , αἳ δέ τε πᾶσαι ὑπέτρεσαν : ὣς τότ᾽ Ἀχαιοὶ
θεσπεσίως ἐφόβηθεν ὑφ᾽ Ἕκτορι καὶ Διὶ πατρὶ
πάντες , δ᾽ οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην,
Κοπρῆος φίλον υἱόν , ὃς Εὐρυσθῆος ἄνακτος
640
ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ.
τοῦ γένετ᾽ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων
παντοίας ἀρετάς , ἠμὲν πόδας ἠδὲ μάχεσθαι,
καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο:
ὅς ῥα τόθ᾽ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε.
645
στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο,
τὴν αὐτὸς φορέεσκε ποδηνεκέ᾽ ἕρκος ἀκόντων:
τῇ γ᾽ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος , ἀμφὶ δὲ πήληξ
σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος.
Ἕκτωρ δ᾽ ὀξὺ νόησε , θέων δέ οἱ ἄγχι παρέστη,
650
στήθεϊ δ᾽ ἐν δόρυ πῆξε , φίλων δέ μιν ἐγγὺς ἑταίρων
κτεῖν᾽ : οἳ δ᾽ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου
χραισμεῖν : αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον.
εἰσωποὶ δ᾽ ἐγένοντο νεῶν , περὶ δ᾽ ἔσχεθον ἄκραι
νῆες ὅσαι πρῶται εἰρύατο : τοὶ δ᾽ ἐπέχυντο.
655
Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ
τῶν πρωτέων , αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν
ἁθρόοι , οὐδὲ κέδασθεν ἀνὰ στρατόν : ἴσχε γὰρ αἰδὼς
καὶ δέος : ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι.
Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν
660
λίσσεθ᾽ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον: