Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἐκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶν
θησέμεναι Τρώων , Δαναοῖσι δὲ κῦδος ὀρέξειν.
τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν
Ἕκτορα Πριαμίδην μάλα περ μεμαῶτα καὶ αὐτόν.
605
μαίνετο δ᾽ ὡς ὅτ᾽ Ἄρης ἐγχέσπαλος ὀλοὸν πῦρ
οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης:
ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο , τὼ δέ οἱ ὄσσε
λαμπέσθην βλοσυρῇσιν ὑπ᾽ ὀφρύσιν , ἀμφὶ δὲ πήληξ
σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο
610
Ἕκτορος : αὐτὸς γάρ οἱ ἀπ᾽ αἰθέρος ἦεν ἀμύντωρ
Ζεύς , ὅς μιν πλεόνεσσι μετ᾽ ἀνδράσι μοῦνον ἐόντα
τίμα καὶ κύδαινε . μινυνθάδιος γὰρ ἔμελλεν
ἔσσεσθ᾽ : ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ
Παλλὰς Ἀθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν.
615
καί ῥ᾽ ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων,
δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχε᾽ ἄριστα:
ἀλλ᾽ οὐδ᾽ ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων:
ἴσχον γὰρ πυργηδὸν ἀρηρότες , ἠΰτε πέτρη
ἠλίβατος μεγάλη πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα,
620
τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα
κύματά τε τροφόεντα , τά τε προσερεύγεται αὐτήν:
ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.
αὐτὰρ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορ᾽ ὁμίλῳ,
ἐν δ᾽ ἔπεσ᾽ ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι
625
λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές : δέ τε πᾶσα
ἄχνῃ ὑπεκρύφθη , ἀνέμοιο δὲ δεινὸς ἀήτη
ἱστίῳ ἐμβρέμεται , τρομέουσι δέ τε φρένα ναῦται
δειδιότες : τυτθὸν γὰρ ὑπ᾽ ἐκ θανάτοιο φέρονται:
ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.
630
αὐτὰρ γ᾽ ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών,