Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα.
ὣς εἰπὼν μὲν αὖτις ἀπέσσυτο , τὸν δ᾽ ὀρόθυνεν:
ἐκ δ᾽ ἔθορε προμάχων , καὶ ἀκόντισε δουρὶ φαεινῷ
ἀμφὶ παπτήνας : ὑπὸ δὲ Τρῶες κεκάδοντο
575
ἀνδρὸς ἀκοντίσσαντος : δ᾽ οὐχ ἅλιον βέλος ἧκεν,
ἀλλ᾽ Ἱκετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον
νισόμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν.
δούπησεν δὲ πεσών , τὸν δὲ σκότος ὄσσε κάλυψεν.
Ἀντίλοχος δ᾽ ἐπόρουσε κύων ὥς , ὅς τ᾽ ἐπὶ νεβρῷ
580
βλημένῳ ἀΐξῃ , τόν τ᾽ ἐξ εὐνῆφι θορόντα
θηρητὴρ ἐτύχησε βαλών , ὑπέλυσε δὲ γυῖα:
ὣς ἐπὶ σοὶ Μελάνιππε θόρ᾽ Ἀντίλοχος μενεχάρμης
τεύχεα συλήσων : ἀλλ᾽ οὐ λάθεν Ἕκτορα δῖον,
ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα.
585
Ἀντίλοχος δ᾽ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής,
ἀλλ᾽ γ᾽ ἄρ᾽ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς,
ὅς τε κύνα κτείνας βουκόλον ἀμφὶ βόεσσι
φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν:
ὣς τρέσε Νεστορίδης , ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ
590
ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο:
στῆ δὲ μεταστρεφθείς , ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.
Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι
νηυσὶν ἐπεσσεύοντο , Διὸς δ᾽ ἐτέλειον ἐφετμάς,
σφισιν αἰὲν ἔγειρε μένος μέγα , θέλγε δὲ θυμὸν
595
Ἀργείων καὶ κῦδος ἀπαίνυτο , τοὺς δ᾽ ὀρόθυνεν.
Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι
Πριαμίδῃ , ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ
ἐμβάλοι ἀκάματον , Θέτιδος δ᾽ ἐξαίσιον ἀρὴν
πᾶσαν ἐπικρήνειε : τὸ γὰρ μένε μητίετα Ζεὺς
600
νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι.