Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
στῆ δ᾽ εὐρὰξ σὺν δουρὶ λαθών , βάλε δ᾽ ὦμον ὄπισθεν:
αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα
πρόσσω ἱεμένη : δ᾽ ἄρα πρηνὴς ἐλιάσθη.
τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχε᾽ ἀπ᾽ ὤμων
545
συλήσειν : Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε
πᾶσι μάλα , πρῶτον δ᾽ Ἱκεταονίδην ἐνένιπεν
ἴφθιμον Μελάνιππον . δ᾽ ὄφρα μὲν εἰλίποδας βοῦς
βόσκ᾽ ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφιν ἐόντων:
αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,
550
ἂψ εἰς Ἴλιον ἦλθε , μετέπρεπε δὲ Τρώεσσι,
ναῖε δὲ πὰρ Πριάμῳ , δέ μιν τίεν ἶσα τέκεσσι:
τόν ῥ᾽ Ἕκτωρ ἐνένιπεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
οὕτω δὴ Μελάνιππε μεθήσομεν ; οὐδέ νυ σοί περ
ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο;
555
οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχε᾽ ἕπουσιν;
ἀλλ᾽ ἕπευ : οὐ γὰρ ἔτ᾽ ἔστιν ἀποσταδὸν Ἀργείοισι
μάρνασθαι , πρίν γ᾽ ἠὲ κατακτάμεν ἠὲ κατ᾽ ἄκρης
Ἴλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας.
ὣς εἰπὼν μὲν ἦρχ᾽ , δ᾽ ἅμ᾽ ἕσπετο ἰσόθεος φώς:
560
Ἀργείους δ᾽ ὄτρυνε μέγας Τελαμώνιος Αἴας:
φίλοι ἀνέρες ἔστε , καὶ αἰδῶ θέσθ᾽ ἐνὶ θυμῷ,
ἀλλήλους τ᾽ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας.
αἰδομένων δ᾽ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται:
φευγόντων δ᾽ οὔτ᾽ ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή.
565
ὣς ἔφαθ᾽ , οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον,
ἐν θυμῷ δ᾽ ἐβάλοντο ἔπος , φράξαντο δὲ νῆας
ἕρκεϊ χαλκείῳ : ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν.
Ἀντίλοχον δ᾽ ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος:
Ἀντίλοχ᾽ οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν,
570
οὔτε ποσὶν θάσσων οὔτ᾽ ἄλκιμος ὡς σὺ μάχεσθαι: