Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
βέλτερον ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι
δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι
ὧδ᾽ αὔτως παρὰ νηυσὶν ὑπ᾽ ἀνδράσι χειροτέροισιν.
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
515
ἔνθ᾽ Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν
ἀρχὸν Φωκήων , Αἴας δ᾽ ἕλε Λαοδάμαντα
ἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν:
Πουλυδάμας δ᾽ Ὦτον Κυλλήνιον ἐξενάριξε
Φυλεΐδεω ἕταρον , μεγαθύμων ἀρχὸν Ἐπειῶν.
520
τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών : δ᾽ ὕπαιθα λιάσθη
Πουλυδάμας : καὶ τοῦ μὲν ἀπήμβροτεν : οὐ γὰρ Ἀπόλλων
εἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι:
αὐτὰρ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί.
δούπησεν δὲ πεσών : δ᾽ ἀπ᾽ ὤμων τεύχε᾽ ἐσύλα.
525
τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς ἐῢ εἰδὼς
Λαμπετίδης , ὃν Λάμπος ἐγείνατο φέρτατον υἱὸν
Λαομεδοντιάδης εὖ εἰδότα θούριδος ἀλκῆς,
ὃς τότε Φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶ
ἐγγύθεν ὁρμηθείς : πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ,
530
τόν ῥ᾽ ἐφόρει γυάλοισιν ἀρηρότα : τόν ποτε Φυλεὺς
ἤγαγεν ἐξ Ἐφύρης , ποταμοῦ ἄπο Σελλήεντος.
ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης
ἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν:
ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσ᾽ ὄλεθρον.
535
τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης
κύμβαχον ἀκρότατον νύξ᾽ ἔγχεϊ ὀξυόεντι,
ῥῆξε δ᾽ ἀφ᾽ ἵππειον λόφον αὐτοῦ : πᾶς δὲ χαμᾶζε
κάππεσεν ἐν κονίῃσι νέον φοίνικι φαεινός.
εἷος τῷ πολέμιζε μένων , ἔτι δ᾽ ἔλπετο νίκην,
540
τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ,