Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἡμῖν πήματα πολλὰ θέσαν , κακότητι γερόντων,
οἵ μ᾽ ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιν
αὐτόν τ᾽ ἰσχανάασκον ἐρητύοντό τε λαόν:
ἀλλ᾽ εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς
725
ἡμετέρας , νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει.
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ἄρα μᾶλλον ἐπ᾽ Ἀργείοισιν ὄρουσαν.
Αἴας δ᾽ οὐκέτ᾽ ἔμιμνε : βιάζετο γὰρ βελέεσσιν:
ἀλλ᾽ ἀνεχάζετο τυτθόν , ὀϊόμενος θανέεσθαι
θρῆνυν ἐφ᾽ ἑπταπόδην , λίπε δ᾽ ἴκρια νηὸς ἐΐσης.
730
ἔνθ᾽ ἄρ᾽ γ᾽ ἑστήκει δεδοκημένος , ἔγχεϊ δ᾽ αἰεὶ
Τρῶας ἄμυνε νεῶν , ὅς τις φέροι ἀκάματον πῦρ:
αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε:
φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
ἀνέρες ἔστε φίλοι , μνήσασθε δὲ θούριδος ἀλκῆς.
735
ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω,
ἦέ τι τεῖχος ἄρειον , κ᾽ ἀνδράσι λοιγὸν ἀμύναι;
οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα,
κ᾽ ἀπαμυναίμεσθ᾽ ἑτεραλκέα δῆμον ἔχοντες:
ἀλλ᾽ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων
740
πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴης:
τὼ ἐν χερσὶ φόως , οὐ μειλιχίῃ πολέμοιο.
, καὶ μαιμώων ἔφεπ᾽ ἔγχεϊ ὀξυόεντι.
ὅς τις δὲ Τρώων κοίλῃς ἐπὶ νηυσὶ φέροιτο
σὺν πυρὶ κηλείῳ , χάριν Ἕκτορος ὀτρύναντος,
745
τὸν δ᾽ Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρῷ:
δώδεκα δὲ προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα.