Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
16
ὣς οἳ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο:
Πάτροκλος δ᾽ Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν
δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος,
τε κατ᾽ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.
5
τὸν δὲ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
τίπτε δεδάκρυσαι Πατρόκλεες , ἠΰτε κούρη
νηπίη , θ᾽ ἅμα μητρὶ θέουσ᾽ ἀνελέσθαι ἀνώγει
εἱανοῦ ἁπτομένη , καί τ᾽ ἐσσυμένην κατερύκει,
10
δακρυόεσσα δέ μιν ποτιδέρκεται , ὄφρ᾽ ἀνέληται:
τῇ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις.
ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι , ἐμοὶ αὐτῷ,
ἦέ τιν᾽ ἀγγελίην Φθίης ἐξέκλυες οἶος;
ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν,
15
ζώει δ᾽ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι;
τῶν κε μάλ᾽ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων.
ἦε σύ γ᾽ Ἀργείων ὀλοφύρεαι , ὡς ὀλέκονται
νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς;
ἐξαύδα , μὴ κεῦθε νόῳ , ἵνα εἴδομεν ἄμφω.
20
τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ:
Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατ᾽ Ἀχαιῶν
μὴ νεμέσα : τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.
οἳ μὲν γὰρ δὴ πάντες , ὅσοι πάρος ἦσαν ἄριστοι,
ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.
25
βέβληται μὲν Τυδεΐδης κρατερὸς Διομήδης,
οὔτασται δ᾽ Ὀδυσεὺς δουρικλυτὸς ἠδ᾽ Ἀγαμέμνων,
βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ.
τοὺς μέν τ᾽ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται
ἕλκε᾽ ἀκειόμενοι : σὺ δ᾽ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ.
30
μὴ ἐμέ γ᾽ οὖν οὗτός γε λάβοι χόλος , ὃν σὺ φυλάσσεις